Hiereus inscription of T(i)b(erius) Fl(avius) Aeneas Theophanes Hie(rokometes) and Fl(avia) Paulina Ko(liorgis); 2; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887, 375-379, no. 1; Laumonier, BCH 61, 1937, p. 244 note 2, p. 259 no.’s 66-67, pp. 259-260 no. 68, and p. 260 no. 70; Laumonier, BCH 62, 1938, note 0; *IStratonikeia 202.  
[ ] IStr 202
1 ἱερεὺς ἐν Ἡραίοις ἐξ ἐπαν-
γελίας Τ(ι)β(έριος) Φλ(άουιος), Τ(ι)β(ερίου) Φλ(αουίου) Θεοφά-
νους υἱός, Κυρείνα, Αἰνείας
Θεοφάνης Ἱε(ροκωμήτης), ἱέρεια Φλ(αουία), Φλ(αουίου)
5 Ἰάσονος θυγάτηρ, Παυλεῖνα Κο(λιοργίς),
ἱερατεύσαντες εὐσεβῶς
μὲν πρὸς τοὺς θεοὺς, τὸν
Δία καὶ τὴν Ἥραν, φιλοτείμως
δὲ πρὸς τοὺς ἀνθρώπους, παρα-
10 λαμβάνοντες μὲν τὸν στέφα-
νον τοῦ θεοῦ ἤλειψαν πανδη-
μεὶ τὴν πόλιν ἐν τῷ ἄστει, ὐπε-
δέξαντο δὲ διὰ παντὸς τοῦ ἔτου[ς]
πάντας τοὺς ἀνερχομένους
15 εἰς τὸ ἱερόν, ἀπέδοσαν δὲ τὰ δεῖ-
πνα τοῖς ἀνενενκοῦσι πᾶσι, ἐχαρί-
σαντο δὲ τοῖς θύουσι καὶ τὰ ἴδι-
α τοῦ ἱερέως τῶν θυσιῶν ἱερά,
ὑποδεξαμένοι δὲ καὶ ἐν ταῖς δη-
20 μοθυνίαις ὁμοῦ συναρχίαις
ἐφήβοις τε καὶ τοῖς παισὶ καὶ τὸν
ἄλλον λεών, ἀπιοῦσι τῆς ε̣ὐωχί-
ας ἔδοσαν ἑκάστῳ δεῖπνον, #⁵⁶
καὶ τὴν ἑορτὴν τῶν
25 Παναμαρείων τὰς δέκα
ἡμέρας ἐγυμνασιάρ-
χησαν πάσῃ τῇ πανη-
γύρι νυκτός τε καὶ
ἡμέρας ἀκωλύτως,
30 ἔθεσαν δὲ καὶ ταῖς γυ̣-
ναιξὶ πάσαις ἔλαιον κα[ὶ]
μύρα καὶ ἰς τὸ Ἡραῖον κα-
λέσαντες πάσας τάς
τε ἐλευθέρας καὶ δούλας
35 οἶνόν τε παρέσχον αὐ-
ταῖς εἰς εὐωχίαν ἄφθο-
νον καὶ ἔδοσαν ἑκάστῃ
δραχμὰς γʹ· συνευσε-
βούντων καὶ συμφιλο-
40 τειμουμένων αὐτοῖς
Φλ(αουίας) Μαμάλου τῆς ἀδελ-
φῆς τοῦ ἱερέως καὶ Φλ(αουίου)
Λέοντος τοῦ νε̣ωκό-
ρου καὶ θείου τοῦ ἱερέ-
45 ως καὶ Φλ(αουίου) Αἰνείου τοῦ
γαμβροῦ τῶν ἱερέων
καὶ Φλ(αουίου) Τατίου καὶ Θεο-
φάνους καὶ Ἰάσονος
τῶν τέκνων αὐτῶν
50 καὶ Φλ(αουίου) Αἰνείου καὶ Φαί-
δρου τῶν ἐγγόνων. ❦
Search Help
Contact Us