Honorary (?) inscription for (?) Ti(berius) Claudius Laenas, hiereus; 1e/21; found at Panamara: Cousin, BCH 28, 1904, 23-24, no. 2; BE 1906:48; Laumonier, BCH 61, 1937, pp. 249-250 no.’s 48-49, p. 250 note 1, p. 251 no. 50, and p. 253 note 3; Drew-Bear & Schwertfeger, ZPE 36, 1979, 200-201, no. 6 (PH) (part); SEG 29, 1080, no. 6; *IStratonikeia 172.  
[ ] IStr 172
1 ἱερεὺς πάλιν ἐν Κομυρίοις τὸ δεύτερο[ν], ἐπηνγελμένος δὲ καὶ τὸ τρί-
τον ἐν Ἡραίοις πρῶτος καὶ μόνος τῶν ἀπ’ αἰῶνος μετὰ γυμνασι-
αρχίαν ἐνιαύσειον δρακτῷ Τι(βέριος) Κλαύδιος, Τι(βερίου) υἱός, Κυρίνα,
Λαίνας, φιλόκαισαρ καὶ φιλόπατρις, υἱὸς πόλεως, μετὰ [καὶ]
5 τῶν λοιπῶν ὧν καὶ τῇ πατρίδι διηνεκῶς παρέσχετο καὶ δι’ ὅλων
τῶν ἐνιαυτῶν φιλοτείμως καὶ εὐσεβῶς ἐποίησεν ἐδείπνισ[εν]
δὶς ἑξῆς ἐν μὲν τῷ Κομυρίωι τοὺς πολείτας πάντας καὶ Ῥ[ωμαί]-
ους καὶ ξένους καὶ παροίκους καὶ δούλους πλείστους, ἐν δ[ὲ τῷι]
ἱερῶι τὰς πολείτιδας πάσας καὶ Ῥωμαίας καὶ ξένας καὶ π[αροί]-
10 κους καὶ δούλας πλείστας, ἀποκατέστησεν δὲ καὶ τὰς [ἑστιάσεις]
καὶ δημοθοινίας καταλελυμένας [πά]σηι ἡλικίαι κ[αὶ τύχηι,]
ἔδωκεν δὲ καὶ ταῖς βουλαῖς ἐν τοῖ[ς Π]αναμαρήο[ις —]
ας 𐆖 ͵βυʹ· ἱέρεια πάλιν ἐν Κομυρίοις τὸ δεύτερον [ἡ καὶ προηρ]-
χιερατευκυῖα τῶν Σεβαστῶν καὶ προϊερατευκυ[ῖα ἐν Ἡραίοις]
15 Κλαυδία, Λέοντος θυγάτηρ, Μάμαλον, θυγά[τηρ πόλεως, ἡ]
μήτηρ τοῦ ἱερέως· συνευσέβησεν καὶ συνεθρή[σκευσεν τὸν]
θεὸν Τι(βέριος) Κλαύδιος, Τιβερίου υἱός, Κυρίνα, Σαβεινιανὸς αιώνιος ὁ υἱὸς]
τοῦ ἱερέως ὁ καὶ αὐτὸ[ς] ἤδη γεγυμνασιαρχη[κὼς καὶ ἐπηνγελ]-
μένος ἱερεὺς ἐν Κ[ομυ]ρίοις· νεωκόρος [—]
20 ιων πρῶτος με[τὰ τ]ὸ κυρωθὲν π[ερὶ τῆς νεωκορίας ψήφισμα.]
Search Help