Honorary (?) inscription for (?) Ti(berius) Claudius
Laenas, hiereus; 1e/21; found at Panamara: Cousin, BCH 28, 1904,
23-24, no. 2; BE 1906:48; Laumonier, BCH 61, 1937, pp. 249-250
no.’s 48-49, p. 250 note 1, p. 251 no. 50, and p. 253 note 3;
Drew-Bear & Schwertfeger, ZPE 36, 1979, 200-201, no. 6 (PH)
(part); SEG 29, 1080, no. 6; *IStratonikeia 172.
[ ]
IStr 172
1 | ἱερεὺς πάλιν ἐν Κομυρίοις τὸ δεύτερο[ν], ἐπηνγελμένος δὲ καὶ τὸ τρί- |
τον ἐν Ἡραίοις πρῶτος καὶ μόνος τῶν ἀπ’ αἰῶνος μετὰ γυμνασι- | |
αρχίαν ἐνιαύσειον δρακτῷ Τι(βέριος) Κλαύδιος, Τι(βερίου) υἱός, Κυρίνα, | |
Λαίνας, φιλόκαισαρ καὶ φιλόπατρις, υἱὸς πόλεως, μετὰ [καὶ] | |
5 | τῶν λοιπῶν ὧν καὶ τῇ πατρίδι διηνεκῶς παρέσχετο καὶ δι’ ὅλων |
τῶν ἐνιαυτῶν φιλοτείμως καὶ εὐσεβῶς ἐποίησεν ἐδείπνισ[εν] | |
δὶς ἑξῆς ἐν μὲν τῷ Κομυρίωι τοὺς πολείτας πάντας καὶ Ῥ[ωμαί]- | |
ους καὶ ξένους καὶ παροίκους καὶ δούλους πλείστους, ἐν δ[ὲ τῷι] | |
ἱερῶι τὰς πολείτιδας πάσας καὶ Ῥωμαίας καὶ ξένας καὶ π[αροί]- | |
10 | κους καὶ δούλας πλείστας, ἀποκατέστησεν δὲ καὶ τὰς [ἑστιάσεις] |
καὶ δημοθοινίας καταλελυμένας [πά]σηι ἡλικίαι κ[αὶ τύχηι,] | |
ἔδωκεν δὲ καὶ ταῖς βουλαῖς ἐν τοῖ[ς Π]αναμαρήο[ις —] | |
ας 𐆖 ͵βυʹ· ἱέρεια πάλιν ἐν Κομυρίοις τὸ δεύτερον [ἡ καὶ προηρ]- | |
χιερατευκυῖα τῶν Σεβαστῶν καὶ προϊερατευκυ[ῖα ἐν Ἡραίοις] | |
15 | Κλαυδία, Λέοντος θυγάτηρ, Μάμαλον, θυγά[τηρ πόλεως, ἡ] |
μήτηρ τοῦ ἱερέως· συνευσέβησεν καὶ συνεθρή[σκευσεν τὸν] | |
θεὸν Τι(βέριος) Κλαύδιος, Τιβερίου υἱός, Κυρίνα, Σαβεινιανὸς [Παιώνιος ὁ υἱὸς] | |
τοῦ ἱερέως ὁ καὶ αὐτὸ[ς] ἤδη γεγυμνασιαρχη[κὼς καὶ ἐπηνγελ]- | |
μένος ἱερεὺς ἐν Κ[ομυ]ρίοις· νεωκόρος [—] | |
20 | ιων πρῶτος με[τὰ τ]ὸ κυρωθὲν π[ερὶ τῆς νεωκορίας ψήφισμα.] |