Letter of priest of Zeus to Rhodians, inviting them to
festival of Zeus; 2; found at Panamara: Hatzfeld, BCH 51, 1927,
73, no. 11; BE 1928:380; SEG 4, 247; *IStratonikeia 22; **M. Ç.
Şahin, EA 3, 1984, 22 (l. 1); SEG 34, 1073.
[ ]
IStr 22
1 | ὁ αὐτός (ἱερεὺς) Ῥοδίων |
(τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν)· | |
εἰ καὶ πάντας ἀνθρώπους ὁ θεὸς ἐπὶ τὴν ἑστίασιν καλεῖ | |
καὶ κοινὴν καὶ ἰσότιμον παρέχι τράπεζαν τοῖς ὁποθενοῦ[ν] | |
5 | ἀφικνουμένοις, ὁμῶς ἐξαιρέτου τιμῆς ἀξίαν ἡγούμε- |
νος εἶναι τὴν πόλιν καὶ διὰ τὸ ἀξίωμα ὑμῶν, ὦ Ῥόδιοι, καὶ δ[ι]- | |
ὰ τὴν ὑπάρχουσαν ταῖς πόλεσιν ἡμῶν πρὸς ἀλλήλας συγγέ- | |
νιαν καὶ τῶν ἱερῶν κοινωνίαν, καλῶ πρὸς τὸν θεὸν ὑμᾶς καὶ | |
παρακαλῶ καὶ τοὺς ἐν τῇ πόλι τῆς παρ’ αὐτῷ μετέχιν εὐφροσύ- | |
νης, ὥσπερ τοὺς ἐν Καρίᾳ καὶ ὁμοροῦντας ἡμῖν Ῥοδίους, μεγ- | |
10 | άλης τιμῆς τευξόμεν[ο]ς, εἰ καὶ τὴν ἐπισ- |
τολὴν ἄσμενοί μου λάβοι[τε πρός τε] | |
τὸν θεὸν τοῦτο δηλώσαιτε̣ |