Letter of priest of Zeus to Rhodians, inviting them to festival of Zeus; 2; found at Panamara: Hatzfeld, BCH 51, 1927, 73, no. 11; BE 1928:380; SEG 4, 247; *IStratonikeia 22; **M. Ç. Şahin, EA 3, 1984, 22 (l. 1); SEG 34, 1073.  
[ ] IStr 22
1 ὁ αὐτός (ἱερεὺς) Ῥοδίων
(τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν)·
εἰ καὶ πάντας ἀνθρώπους ὁ θεὸς ἐπὶ τὴν ἑστίασιν καλεῖ
καὶ κοινὴν καὶ ἰσότιμον παρέχι τράπεζαν τοῖς ὁποθενοῦ[ν]
5 φικνουμένοις, ὁμῶς ἐξαιρέτου τιμῆς ἀξίαν ἡγούμε-
νος εἶναι τὴν πόλιν καὶ διὰ τὸ ἀξίωμα ὑμῶν, ὦ Ῥόδιοι, καὶ δ[ι]-
ὰ τὴν ὑπάρχουσαν ταῖς πόλεσιν ἡμῶν πρὸς ἀλλήλας συγγέ-
νιαν καὶ τῶν ἱερῶν κοινωνίαν, καλῶ πρὸς τὸν θεὸν ὑμᾶς καὶ
παρακαλῶ καὶ τοὺς ἐν τῇ πόλι τῆς παρ’ αὐτῷ μετέχιν εὐφροσύ-
νης, ὥσπερ τοὺς ἐν Καρίᾳ καὶ ὁμοροῦντας ἡμῖν Ῥοδίους, μεγ-
10 άλης τιμῆς τευξόμεν[ο]ς, εἰ καὶ τὴν ἐπισ-
τολὴν ἄσμενοί μου λάβοι[τε πρός τε]
τὸν θεὸν τοῦτο δηλώσαιτε̣
Search Help
Contact Us