Honorary decree of [koinon] of Panam[ara] for [King] Philip (V); 201 BC; found at Panamara: Cousin, BCH 28, 1904, 345, no. 1; Holleaux, BCH 28, 1904, 354-356, no. 1 (= Et. IV 205-207); BE 1906:48; BE 1952:3; *IStratonikeia 3.  
[ ] IStr 3
1 ἔδοξε Παναμ[αρέων τῶι κοινῶι· ἐπειδὴ ὁ βασιλεὺς]
Φίλιππος εὐσεβῶ[ς πρὸς τὸ θεῖον διακείμενος τῶν]
τε κατὰ τὸ ἱερὸν τ[οῦ Διὸς τοῦ Καρίου τὴν πᾶσαν πρό]-
νοιαν πεποίηται, ὅτ[ε παρεγένετο ἐπὶ τοὺς τόπους, καὶ]
5 φιάλας καὶ κάδον τ[ῶι θεῶι ἀνέθηκε· δεδόχθαι τῶι]
κοινῶι· ἐπηινῆσθαι μὲ̣[ν τὸν βασιλέα Φίλιππον διότι]
πρόνοιαν ποεῖται το̣[ῦ ἱεροῦ, τῆι αὐτοῦ αἱρέσει πράσσων]
ἀκόλουθα, ἐπεύξασθ[αι δὲ τὸν ἱερέα μετὰ τῆς ἱερεί]-
ας ὑπὲρ τῆς σωτηρία[ς τοῦ τε βασιλέως καὶ τῆς βασιλίσ]-
10 σης καὶ τῶν τέκνων α̣[ὐτῶν καὶ ἐπὶ ταῖς εὐχαῖς παρα]-
στῆσαι τὴν θυσίαν τ[ὴν πάτριον· τὸ δὲ ψήφισμα τόδε ἀναγρά]-
ψαι εἰς τὴν παραστά[δα τοῦ ναοῦ τοῦ Διὸς· τὸ δὲ τέλεσμα τὸ]
εἰς τὴν ἀναγραφὴν δ[οῦναι τοὺς λογιστὰς ἀπὸ τῶν]
κοινῶν προσόδων.
Search Help