Decree of [boule and demos of Stratonikeia] concerning miracle of Zeus Panamaros at time of attack of Parthians; c. 39 BC; main part found at Panamara, small part found at Pisye but from Panamara: Hula & Szanto 35, no. 3, col. 1 (part); Paton & Myres, JHS 16, 1896, 220, no. 13, col. 1 (part); Cousin, BCH 28, 1904, 52, ad no. 39 (part); Roussel, BCH 55, 1931, 70-116; Laumonier, BCH 61, 1937, 241; BE 1968:506; *IStratonikeia 10 + II 2 p. 35.  
[ ] IStr 10 + II 2 p. 35
1 [ἐπὶ στεφανηφόρου Ἀρτεμιδώρου τοῦ Ἀρτεμιδώρου τοῦ Ἀπολλωνί]ου, μηνὸς Θεσ[μ]οφοριῶνος ὀγδό[ῃ ἐξ εἰκάδος· ἔδοξεν Στρατονικέων τῇ βουλῇ]
[καὶ τῷ δήμῳ· —, ἱερατεύοντος Χαιρήμονος τοῦ Ἑκαταίου τοῦ] Χαιρήμονος Κω[ρ]αέως, εἶπεν· ἐπει[δὴ ὁ μέγιστος Ζεὺς Πανάμαρος]
[καὶ πρότερον πολλὰς καὶ μεγάλας ἐπιφανεῖς ἐνήργησεν ἐνεργεία]ς εἰς τὴν τῆς πόλ[ε]ως σωτηρίαν ἐκ παλ[αιῶν χρόνων —]
[— μ]άλιστα δὲ νῦν, ἠγωνισμένου καὶ πεφηνά[ντος τοῦ θεοῦ τοῖς πολεμίοις,]
5 [διεσώθη τὸ ἱερὸν ἐκ τῶν κινδύνων καὶ τοῦ περιστάντος αὐτὸ καιροῦ·] πολλῶν γὰρ καὶ ἱπ[πέ]ων καὶ πεζῶν εἰσβα[λόντων εἰς τὴν χώραν]
[μετὰ πλήθους ὀργάνων καὶ βελῶν καταπελτικῶν καὶ κλιμάκων καὶ ἄ]λλης χορηγίας εἰς τὸν πόλεμον ἡτοιμα[σμένης καὶ μέρους αὐτῶν]
[οὐκ ὀλίγου περὶ μέσας νύκτας τῷ ἱερῷ προσελθόντος, ὁ θεὸς μετὰ φω]τὸς φλόγα πολλὴν [α]ὐτοῖς ἐνετίναξεν ὥσ[τε —]
[— ἀναγκασ]θῆναι ταχέως ἀποπηδῆσαι αὐτούς, πολ[λῶν τῶν ὀργάνων ἐμπρησθέντων]
[— τῶν δὲ πολεμίων ἅμ]α τῇ ἡμέρᾳ τολμησάντων προσελθῖν πρ[ὸς τὸ χωρίον μετὰ πολλῆς]
10 [δυνάμεως καὶ παρασκευῆς, συνέβη αὐτοῖς περιχυθῆναι ὁμίχλην β]αθεῖαν ὥστε τοὺς μὲν μετὰ τοῦ θεοῦ μ[αχομένους λαθεῖν αὐτοὺς]
[— κύ]κλῳ δὲ περὶ τὸ μ[έρο]ς τοῦ χωρίου καθ’ ὃ προ[σβάλλειν ἐπεχείρησαν]
[E)PIGI/NESQAI XEIMW=NA ME/GAN KAI\ KATARRAGH=NAI BRONTA\S SUNEXEI=S K]AI\ DIAI/+SSEIN [A)STRA]PA/S: DIA\ T[_]
[καὶ αὐτίκα πλῆθος ἦν? τῶν αὐτομολ]ούντων τῶν <συ>νγ̣<ν>ώ<μ>ην φωνούντω[ν,] ἔτι δὲ ἀναβοών[των] μεγάλῃ τῇ φωνῇ Μέγαν εἶναι Δία Πανάμαρον,
[ἄλλοι δὲ ἐκέλευον μηδεμίαν τοῖς παρ’ ἑαυτ]ῶν αὐτομόλοις διδόναι σνγνώμην· καὶ πέρας πάντες ἀλλήλους κατετίτρωσκον καὶ ἀπέκτινον,
15 [μὴ γνωρίζοντες καὶ ἔξω τοῦ φρονεῖν γε]νόμενοι. καὶ δὲ οἱ μὲν αὐτῶν, ἐκ τῆς ὁμίχλης ὥσπερ ἔκ τινος ῥεύματος ἐκπηδῶντες
[καὶ —, ἐγίνον]το τραυματίαι κατὰ τὴν ἀποχώρησιν τοῦ εἱεροῦ θεωρούμενοι, πολλὰ δὲ πτώμ[ατα]
[εὑρέθη πέριξ τοῦ χωρίου κείμενα· πολλοὶ] δὲ κατεσπάρησαν ἰς τὰ παρακείμενα ὄρη καθάπερ ἐνμανεῖς ὄντες καὶ ὑπὸ Ἐρινύων τινῶ[ν]
[ἐλαυνόμενοι· ἡμᾶς δὲ πάντας διετήρησ]εν ὁ θεὸς ἀπημάντους καὶ [ἀβ]λαβεῖς καὶ ὅπερ διὰ τῶν φοίβων παρεκάλεσεν πολλάκις,
[κελεύων δὲ ἡμᾶς προθύμως διαφυλάττειν] τὸ χωρίον καὶ ἀπαγορεύ[ων τάς τε] γυναῖκα<ς> καὶ τέκνα ἀπολύειν εἰς τὴν πόλιν
20 [σύμφορον ἐγένετο καὶ παρέστησε τὸν δῆμον ε]ὐθαρσῆ καὶ ἀκίνδυνον· καὶ πολλῶν μὲν βελῶν βληθέντω[ν, ἄπρακτα] ἐθεωρήθη τὰ βέλη
[πάντα διεκπίπτοντα· τῶν δὲ ἡμετέρων τῶν] ἐν ταῖς προσβολαῖς βαλλομένων οὔτε τραῦμα ἐπικίνδυνον οὐδ[ὲ εἷ]ς ἔσχεν, τριάκοντα δὲ
[καὶ — ἐπιπόλαια τράματα λαβόντε]ς πάντες ἐσώθησαν.  ἐπιφανείσης δὲ τοῖς πολεμίοις τῆς βοηθείας, ἐπισυ<ν>άγοντες
[δύναμιν ἔτι πλείονα ἐκ τοῦ στρατοπέδ]ου τοῦ ὄντος ἐν τοῖς Πισυητικοῖς καὶ παρακελευσάμενοι πάλιν ὥρμησαν ἐπὶ τὸ ἱερὸν
[— κ]ύκλῳ δὲ αὐτῶν τὸ χωρίον πολιορκούντων, ἀλαλαγμός τε ἀντήχησεν ὡς βοηθείας
25 [ἐκ τῆς πόλεως ἐπιγεινομένης, καίπερ οὐδε]νὸς φαινομένου, καὶ κυνῶν ὑλαγμὸς ἐγείνετο πολὺς ὡς προσπλ[ε]κομένων τοῖς προσβάλλουσιν
[— καὶ πάντε]ς οἱ προσβάλλοντες κατὸ Ἥραιον ὑφ’ ἕνα καιρὸν κατεκρημνίσθησαν ὥστε τὰς σημέας αὐτῶν
[καὶ τὰς κλίμακας πάσας καταλειφθῆναι·] οἵ τε λύχνοι τοῦ θεοῦ καιόμενοι εὑρέθησαν καὶ διέμειναν μέχρι τῆς πολιορκίας.
[πέρας δὲ πάντες οἱ πολέμιοι ἐκ τοῦ γενομ]ένου κατὰ τὸ φανερὸν ποινοστροβούμενοι, ῥείψαντες ὁμοίως [τὰ ὅ]πλα πάλιν εἰς φυγὴν ὥρμησαν
[ἀκόσμως καὶ τὴν ἐπὶ τὸ στρατόπεδον ἐπά]νοδον οὐχ εὑ[ρ]ίσκοντες οὐδὲ ὅπου [χώρας τράποιντο ἀσφαλῶ]ς [βλέπ]οντες, εἰς τὰ παρακίμενα
30 [ὄρη ταῖς ἀνοδίαις ὁρμήσαντες χαλεπῶς μ]ετέστησαν.  καταλαβ[όμενοι δὲ τραχὺν καὶ ὑψηλ]ὸν βουνόν, ε[ἰς δια]τροπὴν ἦλθον
[— ὑπὸ τ]οῦ ἐπὶ τῆς χώρας στρατ[ηγοῦ —]ον καὶ συν[βάλλο]ντες αὐτῷ
[— π]ολλοὶ δὲ ἐν [τῇ] φ[υγῇ — ὀλ]ίγοι τὰ κατ[αλει]πόμενα τῶν ὅπλων
ῥείψαντες ἔφευγο[ν —]ατος
τὴν δύναμιν ων[— κιν]δύνων
35 παραδοῦναι καὶ τοῖ[ς —] βήματος
λευκολίθου ἐν τῷ [—]ος
Διεὶ Παναμάρῳ [—] πρόσοδον
καὶ τὸ ἀντίγρα[φον —.]
Search Help
Contact Us