Leasing contract of Diogen[es], on fragments; II2; part found at Mylasa, part found at Olymos: Hula & Szanto, p. 4, no. 1, ll. 5-13; Cousin, BCH 22, 1898, 380-382, no. 21 (right col., ll. 6-19) + p. 396; Buckler, ABSA 22, 1916-1918, 191-195, no. I.β; *IMylasa 822.  
[ ] IMyl 822
1 ἐπὶ στεφανηφόρου Μέλανο[ς τοῦ —]ου, μηνὸς Δίου τρίτῃ ἐπὶ δέκα· διηγγύησαν οἱ εἱρημέ[νοι ἄνδρες ὑπὸ τοῦ δήμου τοῦ Ὀλυμέ]-
ων ἐπὶ τῆς μισθώσεως{εως} τῶν κ[τηματωνηθέντ]ων ἐγγαίων Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱ[οθεσίαν δὲ Αἰνέου Παρεμβωρδεύς, Ἡρα]-
κλείδης Ἀσκληπιάδου Τε[τράφυλος, Διονύ]σιος Βακχίου Ἀγανίτης, Εὔδημος Μενεδήμου Μαυνν[ίτης —ηνου]
Μαυννίτης, Λέων Θαργηλίω[νος τοῦ — Μ]ασσωνεύς, Διονυσικλῆς Μενεκράτου Μαυννίτης, Δ[ιόδοτος Μέλανος τοῦ Πολίτου ἱερεὺς]
5 τῶν Διοσκόρων καὶ Εἰρηναῖο[ς Λέοντος Κορμ]οσκωνεῖς, Ἀριστέας Διονυσίου Παρεμβωρδεύς, Μεν[—]
στρατος Λέοντος Μαυννιτ[— Λέον]τος? Τετράφυλος Διογένην Ἀριστίππου ἱερέα Ἔρωτος [Παρεμβωρδέα? μεμισθωμένον εἰς πατρι]-
κά, καθότι ἔφασαν ἐψηφίσθαι [ὑπὸ τοῦ δήμου Ὀλυ]μέων, κλῆρον ἐν τῆι Ὀλυμίδι τὸν ὀνομαζόμενον ἐν Ὑι[σσωι —]
ὃς καί ἐστιν τρίτος τῶν διειρ[ημένων —]ΥΙΣΤΩ καθότι περιώρισται ὑπὸ τοῦ γεγενημένου διο[ρισμοῦ ἅμα τῆι μισθώσει τῇ κεχρηματισμέ]-
νῃ ὑπὸ τῶν αἱρεθέντων ἀνδρῶ[ν ὑπὲρ τοῦ αὐτοῦ δ]ή̣μου, σὺν τῆι προσούσῃ ὀρεινῇ τ[ῶ]ι κλήρω̣ι τούτω̣ι καὶ Τ[— καὶ ταῖς ἐ]-
10 νούσαις ἀνπέλοις καὶ δένδρ[εσιν πᾶσιν, ἃ καὶ ἐκτηματώνηκαν οἱ αἱρεθέντες ἄνδρες παρὰ — τιμῆς τὰ πάντα ἀργυρίου Ῥοδίου]
λεπτοῦ δραχμῶν ὀκτακισχ[ιλίων, ληψόμενοι φόρον καθ’ ἕκαστον ἔτος λιβανωτοῦ μνᾶς? καὶ ἀργυρίου δραχμὰς — ἄνεικον ἀνυ]-
πόλογον, ἐφ’ ὧι ὑπάρξει Διογέν[ει αὐτὰ εἰς πατρικὰ αὐτῶι καὶ τοῖς ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκῃ, τελέσει δὲ μνᾶς? λιβα]-
νωτοῦ καὶ φόρον τῶι δήμωι τῶι Ὀ[λυμέων ἄνεικον ἀνυπόλογον ἀπὸ τοῦ εἰσιόντος στεφανηφόρου καθ’ ἕκαστον ἔτος δραχμὰς —]
[—] πεντήκοντα, ὃν καὶ διο[ρθώσεται τοῖς ἀεὶ καθισταμένοις ταμίαις τοῦ Ὀλυμέων δήμου —]
Search Help
Contact Us