Document concerning taking possession of land, on marble; II2; found at Olymos: Judeich, MDAI(A) 14, 1889, 374-377, no. 3; Cousin, BCH 22, 1898, 400-402, no. 48, ll. 1-18, + pp. 421-427; Laumonier, Cultes 148; *IMylasa 814.  
[ ] IMyl 814
1 [ἐπὶ στεφανηφόρου —]ΝΕ[—] ἐνεβίβασεν κατὰ τὸν νόμον Πολυνείκης]
[— τοὺς εἱρημένους κτηματώνας ὑπὸ τοῦ Ὀλυμέω]ν δήμου Δη̣[μήτριον Ἑρμίου τοῦ Ἀντιπάτρο]υ καθ’ υἱοθεσίαν δὲ Αἰνέο[υ Παρεμ]βω[ρδέα, Ἱ]ερ[οκλῆν]
[Ἀπολλωνίου, Μέλανα Ἀριστέου Ὀγονδεῖς, Εὐθύδ]ημον Ἰατροκλείους κατὰ [δὲ υἱοθε]σίαν Ἀρτεμιδώρου τοῦ Μενεκράτου Τετράφυλον, Φαῖδρον Μοσχίω[νος ἱερέα Δαιμό]-
[νων Ἀγαθῶν Παρεμβωρδέα, Διονυσικλῆν Μενεκρά]του κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλείους, Εὔδημον Μενεδήμου ἱερέα Ἀρτέμιδος Στ[ρατείας]
5 [Μαυννίτας, — Κορμοσκ]ωνέα, Εὐθύδημον Θεοξένου ἱερέα Διὸς Ἐλευθερίου, Ἑκατόμνων Οὐλιάδου ἱερέα Διὸς Λαβραύνδου Μαυννίτα[ς,]
[— Εἰρη]ναῖον Λέοντος, Ἀττίναν Ἑρμίου τοῦ Ἀντιπάτρου, Ἀριστέαν Ἰάσονος τοῦ Ἀντιλέοντος Κορμοσκωνεῖς, Ἀ[ρ]ι[στέαν Διονυσί]-
[ου Παρεμβωρδέα, Διόδοτον Μέλανος τοῦ Πολίτου ἱε]ρέα Διοσκόρων Κορμοσκωνέα εἰς τὰς γέας τὰς ἐν τῆι Ὀλυμίδι ἐν Κυβίμοις, ἃς ἐπρίατο παρὰ Ἀφροδισίο[υ]
[τοῦ — οὐθὲν ὑπολειπομένου ἑαυτ]ῶι Πολυνείκου ἐν τοῖς τόποις τούτοις, εἴς τε τὴν αἱμασιὰν τὴν μακρὰν εἰς ὅλην ἥτις ἐστὶν παρὰ τῆι [—]
[— σὺν τοῖς ἐνοῦσι δ]ένδρεσιν πᾶσιν ἐλαΐνοις τε καὶ συκίνοις καὶ τῶι προσόντι καλαμῶνι, καὶ εἰς τὸ ὀρεινὸν πᾶν τὸ ὑπὲρ [—]
10 [—]ΣΩΝ Δράκοντος τοῦ Διονυσίου ὃ καλεῖται Ὑϊσσος ἕως τοῦ σωροβολίου τοῦ ὄντος ὑπεράνω τοῦ βω[μοῦ?]
[— ὡς τὰ ὅρια πέπ]ηγεν μέχρι τῆς ὁδοῦ τῆς ἐπ’ Εὔρωμον φερούσης καὶ εἰς τὰς προσούσας αἱμασιὰς πάσας αἵτινε[ς —]
[—] καὶ φυτοῖς ἐλαΐνοις καὶ εἰς τὸ πέραν τῆς προγεγραμμένης ὁδοῦ εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος Α[—]
[— εἴς τε τὰς γέα]ς τὰς ἐν τῆι Ὀλυμίδι ἐν Κυβίμοις τὰς πρότερον οὔσας Μενίππου τοῦ Κλέωνος καὶ εἰς ἃς ὑπελίπετο
[— καθότι αὐτῶι ὑπῆρχεν] σὺν ταῖς ἐνούσαις ἀνπέλοις καὶ τοῖς ἄλλοις δένδρεσιν πᾶσιν καὶ εἰς τὰ προσόντα ψιλὰ καὶ εἰς τὴν αὐλὴ[ν]
15 [τὴν ἐν Κυβίμοις σὺν — πρ]οστάσιν? καὶ πύργωι καὶ τῶι προσόντι ζμηνῶνι καὶ φρέατι, εἰς ἃ καὶ πέπρακεν αὐτοῖς· τὴν δὲ ἐνβατεία[ν]
[— Διογέ]ν̣ου τοῦ Διογένου τῶν ταμιῶν τῆς πόλεως, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθέσει παρὰ Διογένου τοῦ Ἀριστίππ[ου]
[ἱερέως Ἔρωτος —]οντος τοῦ Διονυσίου, Ἀδαδος τῆς Μενίσκου ἧς κύριος ὁ ἀνὴρ Ἰατροκλῆς Ἰατροκλείους τοῦ Διο-
[νυσίου Κορμοσκωνεύς, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθ]έσει παρὰ Διογένου τοῦ Ἀριστίππου ἱερέως Ἔρωτος, Λαρίχου τοῦ Δημητρίου οὗ ἐπίτροπος Λάριχος Λαρίχου, Διογέ[νης]
Search Help
Contact Us