Document concerning taking possession of land, on marble;
II2; found at Olymos: Judeich, MDAI(A) 14, 1889, 374-377, no.
3; Cousin, BCH 22, 1898, 400-402, no. 48, ll. 1-18, + pp.
421-427; Laumonier, Cultes 148; *IMylasa 814.
[ ]
IMyl 814
1 | [ἐπὶ στεφανηφόρου —]ΝΕ[—] ἐνεβίβασεν κατὰ τὸν νόμον Πολυνείκης] |
[— τοὺς εἱρημένους κτηματώνας ὑπὸ τοῦ Ὀλυμέω]ν δήμου Δη̣[μήτριον Ἑρμίου τοῦ Ἀντιπάτρο]υ καθ’ υἱοθεσίαν δὲ Αἰνέο[υ Παρεμ]βω[ρδέα, Ἱ]ερ[οκλῆν] | |
[Ἀπολλωνίου, Μέλανα Ἀριστέου Ὀγονδεῖς, Εὐθύδ]ημον Ἰατροκλείους κατὰ [δὲ υἱοθε]σίαν Ἀρτεμιδώρου τοῦ Μενεκράτου Τετράφυλον, Φαῖδρον Μοσχίω[νος ἱερέα Δαιμό]- | |
[νων Ἀγαθῶν Παρεμβωρδέα, Διονυσικλῆν Μενεκρά]του κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλείους, Εὔδημον Μενεδήμου ἱερέα Ἀρτέμιδος Στ[ρατείας] | |
5 | [Μαυννίτας, — Κορμοσκ]ωνέα, Εὐθύδημον Θεοξένου ἱερέα Διὸς Ἐλευθερίου, Ἑκατόμνων Οὐλιάδου ἱερέα Διὸς Λαβραύνδου Μαυννίτα[ς,] |
[— Εἰρη]ναῖον Λέοντος, Ἀττίναν Ἑρμίου τοῦ Ἀντιπάτρου, Ἀριστέαν Ἰάσονος τοῦ Ἀντιλέοντος Κορμοσκωνεῖς, Ἀ[ρ]ι[στέαν Διονυσί]- | |
[ου Παρεμβωρδέα, Διόδοτον Μέλανος τοῦ Πολίτου ἱε]ρέα Διοσκόρων Κορμοσκωνέα εἰς τὰς γέας τὰς ἐν τῆι Ὀλυμίδι ἐν Κυβίμοις, ἃς ἐπρίατο παρὰ Ἀφροδισίο[υ] | |
[τοῦ — οὐθὲν ὑπολειπομένου ἑαυτ]ῶι Πολυνείκου ἐν τοῖς τόποις τούτοις, εἴς τε τὴν αἱμασιὰν τὴν μακρὰν εἰς ὅλην ἥτις ἐστὶν παρὰ τῆι [—] | |
[— σὺν τοῖς ἐνοῦσι δ]ένδρεσιν πᾶσιν ἐλαΐνοις τε καὶ συκίνοις καὶ τῶι προσόντι καλαμῶνι, καὶ εἰς τὸ ὀρεινὸν πᾶν τὸ ὑπὲρ [—] | |
10 | [—]ΣΩΝ Δράκοντος τοῦ Διονυσίου ὃ καλεῖται Ὑϊσσος ἕως τοῦ σωροβολίου τοῦ ὄντος ὑπεράνω τοῦ βω[μοῦ?] |
[— ὡς τὰ ὅρια πέπ]ηγεν μέχρι τῆς ὁδοῦ τῆς ἐπ’ Εὔρωμον φερούσης καὶ εἰς τὰς προσούσας αἱμασιὰς πάσας αἵτινε[ς —] | |
[—] καὶ φυτοῖς ἐλαΐνοις καὶ εἰς τὸ πέραν τῆς προγεγραμμένης ὁδοῦ εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος Α[—] | |
[— εἴς τε τὰς γέα]ς τὰς ἐν τῆι Ὀλυμίδι ἐν Κυβίμοις τὰς πρότερον οὔσας Μενίππου τοῦ Κλέωνος καὶ εἰς ἃς ὑπελίπετο | |
[— καθότι αὐτῶι ὑπῆρχεν] σὺν ταῖς ἐνούσαις ἀνπέλοις καὶ τοῖς ἄλλοις δένδρεσιν πᾶσιν καὶ εἰς τὰ προσόντα ψιλὰ καὶ εἰς τὴν αὐλὴ[ν] | |
15 | [τὴν ἐν Κυβίμοις σὺν — πρ]οστάσιν? καὶ πύργωι καὶ τῶι προσόντι ζμηνῶνι καὶ φρέατι, εἰς ἃ καὶ πέπρακεν αὐτοῖς· τὴν δὲ ἐνβατεία[ν] |
[— Διογέ]ν̣ου τοῦ Διογένου τῶν ταμιῶν τῆς πόλεως, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθέσει παρὰ Διογένου τοῦ Ἀριστίππ[ου] | |
[ἱερέως Ἔρωτος —]οντος τοῦ Διονυσίου, Ἀδαδος τῆς Μενίσκου ἧς κύριος ὁ ἀνὴρ Ἰατροκλῆς Ἰατροκλείους τοῦ Διο- | |
[νυσίου Κορμοσκωνεύς, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθ]έσει παρὰ Διογένου τοῦ Ἀριστίππου ἱερέως Ἔρωτος, Λαρίχου τοῦ Δημητρίου οὗ ἐπίτροπος Λάριχος Λαρίχου, Διογέ[νης] |