Document concerning purchase of land, dated by stephanephoros [D]ionysios Melanos, on marble fragment; II2; found at Olymos: LW 338; Froehner, ILouvre no. 50.A; Judeich, MDAI(A) 14, 1889, 390; *IMylasa 806 (PH).  
[ ] IMyl 806
1 [ἐπὶ] στεφανηφόρου [Δ]ιονυσίου τοῦ Μέλανος τοῦ Φανίου, μηνὸς Πανέμ̣ου τε[τάρτηι· παρε]χώρησ[εν Πολί]τ̣ης [—]
[Κορ]μοσκωνεὺς τοῖς εἱρημένοις κτηματώναις ὑπὸ τοῦ Ὀλυμέων δήμου Δ̣[ημητρίωι Ἑρμίου] τοῦ Ἀν[τιπάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου, Φαίδρωι Μοσχίω]-
[νο]ς ἱερεῖ Δαιμόνων Ἀγαθῶν Παρεμβωρδεῦσιν, Διονυσικλῇ Μενεκράτου κατὰ δὲ υἱο[θεσίαν Ἀρτ]εμιδώρ[ου τοῦ Διονυσικλέους,]
[Μα]ιυννίταις, Ἰάσονι Μοσχίωνος Παρεμβωρδεῖ, Ἀριστέαι Ἀντιπάτρου κατὰ δὲ [υἱοθεσίαν Μέλ]ανος το[ῦ —, Ἀτ]-
5 [τί]ναι Ἑρμίου τοῦ Ἀντιπάτρου Κορμοσκωνεῦσιν, Ἱεροκλῇ Ἐπαινέτου Τετραφύλωι, Μεν[ε]κ̣ρ̣ά̣[τηι] Ἰάσονος το[ῦ —]
[Κ]ορμοσκωνεῦσιν, Ἀριστέαι Διονυσίου τοῦ Ἀριστέου τοῦ Ἐπαινέτου Παρεμβωρδεῖ, Ἀρισ[τ]έ̣αι Μέ[λ]ανος Ὀγο[νδεῖ, — Μέ]-
[λ]ανος τοῦ Ἑρμίου Κορμοσκωνεῖ, Μηνοφίλωι Ἰάσονος Τετραφύλωι, Ἀριστέαι Εἰρην̣α̣[ί]ο̣υ Τετραφύλωι, Ἀρισ[τέαι — ἱερεῖ]
Ἀπόλλωνος Πυθίου Παρεμβωρδεῖ, Ἑρμίαι Ἀντιπάτρου τοῦ Ἑρμίου ἱερεῖ Διὸς Κρητα[γ]ενοῦς κ[α]ὶ Κουρήτω[ν Παρεμβωρδεῖ, αἱρεθεῖσιν ὑπὸ]
τοῦ Ὀλυμέων δήμου ὥστε κτηματωνηθῆναι Ἀπόλλωνι καὶ Ἀρτέμιδι θεοῖς τοῦ αὐτοῦ [δή]μου γέας [ἐν τῆι Ὀλυμίδι τήν τε ὀνομαζομένην Κο]-
10 δουωκα σὺν ταῖς ἐνούσαις ἀμπέλοις καὶ τοῖς ἄλλοις δένδρεσιν πᾶσιν καὶ τῶι ἐποικίωι κ[αὶ τ]αῖς ἐνούσα[ις — καὶ τὰς γέας]
τὰς οὔσας τῆς ἐν Ὀλύμωι Μωσσέων συγγενείας πρότερον δὲ φυλῆς καλουμένης σὺν τοῖς ἐνοῦσι [δένδρεσιν, οὐθὲν ὑπολειπομένου ἑαυτῶι ἐν τοῖς το]-
ποις τούτοις Πολίτου, ἃ καὶ αὐτὰ ἐπρίατο Πολίτης παρὰ τῶν ταμιῶν τῆς πόλεως τῶν  [περὶ] Αἴνητο[ν Αἰνήτου· — οἱ]
προγεγραμμένοι ἀπὸ τῶν ἰδιωτικῶν ὧν ἐώνηνται παρ’ αὐτοῦ Πολίτου· καὶ πέραν τοῦ π[ο]ταμοῦ τοῦ [Κενιω? — Ἰα]-
τροκλ̣ῆς Ἀριστέου, Ἀριστέας Διοδότου ὀρφανός, Ἀπολλώνιος Ἰάσονος [το]ῦ Ἀπολλωνίου, Διο[ν]ύσιος Εἰρη[ναίου —]
15 τοῦ Ἀριστέου, Στρατόνικος Στρατονίκου τοῦ Ἀνδρονίκου, καὶ ἀπὸ τῶν ἐντὸς τοῦ ποταμοῦ Ἡραιῒς Ξεν[οκράτου — καὶ]
ἀπὸ τοῦ συκῶνος καὶ τῆς ὀρεινῆς γῆς Ἀπολλώνιος Ἰάσονος τοῦ Ἀπολλωνίου, καὶ πέραν τῆς ὁδοῦ τῆς ἐπὶ [— φερούσης — Ἀπολ]-
λωνίου καὶ ἡ ἱερὰ γῆ Ἀπόλλωνος καὶ Ἀρτέμιδος θεῶν δήμου Ὀλυμέων καὶ ἡ ἱερὰ γῆ Διὸς Λαβραιύνδου [—]
Δημητρίου, Θαργήλιος Ἀριστέου, καὶ ὑπὲρ τὴν τάφρον οἱ ταμίαι τῆς πόλεως Μέλας Αἰνήτου τοῦ Θεοδό[του —]
λίου, Ἀπολλώνιος Ἀριστέου κατὰ δὲ υἱοθεσίαν Πρωτέου, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθέσει παρὰ Λέοντος το[ῦ — τὴν]
20 δὲ παραχώρησιν ἐποιήσατο λαβὼν παρ’ αὐτῶν ἀργυρίου δραχμὰς τρισχιλίας, ἀφ’ ὧι τελέσουσιν τῶν μὲν [— γενη]-
[μ]άτων? δεκάτην, τῶν δὲ αὐτῶν ὧν τῇ Μωσσέων συγγενείαι φόρον καθ’ ἕκαστον ἔτος ἀργυρίου [δραχμὰς — ἐτέλεσεν]
[Πο]λίτης· μάρτυ[ρες] δ[ι]κα̣σ[τ]α̣ί.
Search Help
Contact Us