Fragment of honorary decree of demos of Olymos for [ ... ... ]ou, on block of reddish marble; III; found at Olymos: Hula & Szanto, pp. 7-8, no. 5 (right col.); SEG 4, 238; BE 1939:370; *IMylasa 868.  
[ ] IMyl 868
1 [ἐπ]ὶ στεφανηφ[όρ]ου Αἰ[—]
ἔδοξεν Ὀλυμέων τ[ῶι δήμωι· ἐπειδὴ —]
ου τοῦ Θρασέου ζηλω[τὴς ὢν τῶν ἀρίστων ἀπὸ τῆς πρώτης ἡλικίας χρεί]-
ας παρεχόμενος ἰδίαι [μὲν ἑκάστωι τῶν πολιτῶν, κατὰ κοινὴν δὲ]
5 τῶι Ὀλυμέων δήμωι κ[αὶ — διακείμενος εὐνόως καὶ φιλοσ]-
τόργως πρὸς ἕκαστον τ̣[ῶν πολιτῶν, τῆι τῶν προγόνων αἱρέσει ἀκόλουθα]
πράσσει, βουλόμενος εὐ[εργετεῖν τὸν δῆμον· ὅπως οὖν καὶ Ὀλυ]-
μεῖς φαίνωνται τοῖς καλ[οῖς καὶ ἀγαθοῖς ἀνδράσιν καὶ φιλοδοξεῖν]
προαιρουμένοις χάριν ἀξ[ίαν καὶ τιμὴν ἀπονέμοντες· ἀγαθῆι]
10 τύχηι· δεδόχθαι· ἐπ<η>[ινῆσθαι —]
καὶ ὑπάρχειν αὐτῶι τε κ[αὶ ἐκγόνοις αὐτοῦ πολιτείαν καὶ μετου]-
σίαν πάντων ἐφ’ ἵσῃ καὶ [ὁμοίᾳ τοῖς λοιποῖς Ὀλυμεῦσιν· καὶ ἐ]-
πειδὴ ἄξιός ἐστιν μείζ[ονος χάριτος — στεφανῶσαι αὐτὸν]
ἀρετῆς καὶ εὐεργεσίας ἕν[εκα τῆς εἰς τὸν δῆμον, γράψασθαι δὲ συγγε]-
15 νείας ἧς ἂν αὐτὸς βούλ[ηται· ἵνα δὲ πολλῶι μᾶλλον φανερὰ γίνηται]
ἡ τοῦ πλήθους εὐχαριστ[ία πρὸς τοὺς εὐεργετεῖν τὸν δῆμον προ]-
αιρουμένους, τοὺς ἐνε[στῶτας ταμίας ἀναγράψαι τόδε τὸ ψήφισμα]
ἐ̣πὶ [τ]οῦ ναοῦ τοῦ Ἀπόλ[λωνος καὶ τῆς Ἀρτέμιδος.]
Search Help
Contact Us