Fragment of decree concerning use of money for purchase of land, on marble fragment; II2; found at Olymos: Hula & Szanto, pp. 6-7, no. 4, ll. 13-21; Buckler, ABSA 22, 1916-1918, 195-200, no. II.δ; BE 1921:450; BE 1980:156; *IMylasa 829.  
[ ] IMyl 829
1 ἐπὶ στεφανηφόρ[ου Θ]εομνήστου τοῦ Λέοντος κατ[ὰ δὲ υἱοθεσίαν Διοκλείους τοῦ Πολυκλείτου, μηνὸς Πε]-
ριτίου εἰκάδι· ἔδοξε[ν τ]ῶι δήμωι τῶι Ὀλυμέων, γνώμ[ην ἀποφηναμένου —]
ἐπειδὴ Πίστος Εἰρην̣[αί]ου πρότερον ὑπάρχων οἰκεῖ[ος καὶ φίλος τῶι δήμωι κατέλιπεν τῶι Ἀπόλλωνι καὶ]
τῇ Ἀρτέμιδι τοῖς θεο[ῖς τ]οῦ αὐτοῦ δήμου ἀργυρίου δραχ[μὰς — συμφέρον δέ ἐστιν κτηματωνηθῆναι γέ]-
5 ας ἐν τῆι κώμῃ τῆι ἐν [Κυβ]ίμοις ὅπως τοῦ διαφόρου κα[ταλελειμμένου πρόσοδος ὑπάρχῃ τοῖς θεοῖς εἰς τὸν]
ἅπαντα χρόνον· δεδό̣[χθ]αι· τοὺς ἐνεστῶτας ταμίας τ[ὰς προγεγραμμένας γέας κτηματωνῆσαι· ἀναγράψαι δὲ τοῦτο]
τὸ ψήφισμα καὶ τὰς κυ[ριεία]ς τῶν ἀγορασθέντων ἐν τῶι [ἱερῶι τῶν προγεγραμμένων θεῶν· τὸ δὲ ἀνάλωμα δοθῆ]-
[ναι ἐ]κ τῶν κοινῶν π̣[ροσόδ]ων· ἀπογραφῆναι δὲ ὑπ[ὸ τὴν ὠνὴν τοῦ ψηφίσματος τὸ ἀντίγραφον.]
Search Help
Contact Us