End of decree, with provision for posting names of people
making epangelia, on marble block; II2; found at Olymos:
*Blümel, EA 13, 1989, 8, no. 896 (PH).
[ ]
EA 13, 1989, 8, no. 896
1 | ΤΑΝ ἑλέτωσαν ἐκ τῶν [—]ΠΑΠ̣[—γ]ραμμενο[—] |
ἵνα δὲ καὶ τῶν ἐπαγγειλαμέν[ων φιλαγα]θία φανερὰ πᾶσ̣[ιν ὑ]- | |
πάρχῃ, ἀναγραφῆναι τόδε τὸ [ψήφισμ]α ὑπὸ τῶν ἐνεστώτων τα- | |
μιῶν καὶ τὰ ὀνόματα τῶν ἐπηγγελμένων καθότι ἂν ἐπαγγείλων- | |
5 | ται ἐπὶ τοῦ τοίχου τοῦ λιθίνου οὗ καὶ αἱ πρότερον ἐπαγγελίαι ἀνα- |
γεγραμμέναι εἰσίν· ἀπογραφῆναι δὲ αὐτὸ καὶ ἐπὶ τῶν δικαστῶν καὶ | |
τοῦ νομοφύλακος μέχρι τριακάδος τοῦ ἐνεστῶτος μηνός· v τὸ δὲ | |
ἐσόμενον δαπάνημα εἰς τὴν ἀναγραφὴν τοῦ ἐπὶ τοῦ λιθίνου τοί- | |
χου δοθῆναι ὑπ’ αὐτῶν ἐκ τοῦ ἀποτεταγμένου εἰς τὴν ἐπισκευ- | |
10 | ὴν τοῦ ἱεροῦ τοῦ καθ’ ἕτος ἐνιαυτοῦ· ὁ δὲ νεωκόρος Μέλας τὰς ἐσο- |
μένας ἐπαγγελίας ἀπογραψάτω ἐπὶ τῶν δικαστῶν καὶ τοῦ νομο- | |
φύλακος μέχρι μηνὸς Λῴου τοῦ καθ’ ἕτος καὶ ἔδωκεν τὸ ψήφισ- | |
μα τῶι νεωκόρῳ Μέλανι Διονυσίου τῆι πέμπτῃ ἐπὶ δέκα. |