Decree of de[mos] of Olymos concerning sacrifices to Apollo
and Artemis, on marble block; II2; found near Mumcular,
presumably from Olymos: LW 339; Froehner, ILouvre no. 40;
Judeich, MDAI(A) 14, 1889, 390-393; Michel 476; Wilhelm, GGA
1900, 90 (non vidi); Guarducci, MAL 6. Ser., 8, 1938, 102 (non
vidi); Sokolowski, LSAM no. 58; SEG 15, 645; *IMylasa 861 (PH).
[ ]
IMyl 861
1 | [ἐπὶ στεφαν]ηφόρου Ἰατροκ<λ>ε̣[ί]ο̣υ̣ς τοῦ Λέοντος τοῦ Μέλανος, μηνὸς Ἀρτεμισίου εἰκάδι· ἔδοξεν τῶι Ὀλυμέων δή[μωι, γνώμην ἀποφηναμένου Δη]- |
[μητρί]ου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱοθεσίαν δὲ Αἰνέου Παρεμβωρδέως· ἐπειδὴ καθήκει ὑπάρχειν τ[ὴν μετουσίαν τῶν παρ’] | |
[Ὀλυμ]ε̣ῦσιν κοινῶν ἱερῶν κατ’ ἀνδρογένειαν, τοῖς τε οὖσιν ἀπογόνοις τῶν ἐπικληρωθέντων διὰ τὴν προϋπάρ[χουσαν μετὰ Μυλασέων συμ]- | |
[πολι]τ̣είαν, ἔτι δὲ καὶ τοῖς τετιμημένοις ἢ μετουσίαν εἰληφόσιν, ὁμοίως δὲ καὶ τοῖς γεγενημένοις υἱοθέτοις [τῶν — κατὰ] | |
5 | [δὲ τα]ὐτὰ καὶ τοῖς ἐψηφισμένοις ὑπὸ τοῦ δήμου καὶ διὰ τὴν υἱοθεσίαν μετειληφόσιν ἢ καὶ μεταλαμβάνουσιν τῶ[ν κοινῶν ὄντων ἱερῶν, νῦν] |
[δὲ τι]νες κατ’ οὐθένα τρόπον τῶν προγεγραμμένων ὑπαρχούσης αὐτοῖς τῆς μετουσίας τῶν ἱερῶν μεταλαμβάνου[σιν τῶν ἱερῶν τῶν περὶ τὸν Ἀπόλλω]- | |
[να κα]ὶ τὴν Ἄρτεμιν, οἷς θεοῖς οὐ μόνον πρόσοδοι ὑπὸ τοῦ δήμου καθειέρωνται καὶ αἱ θυσίαι καὶ αἱ ὑποδοχαὶ συντελ[οῦνται κατ’ ἐνιαυτόν, ἀλλὰ καὶ τὰ προσ]- | |
[ήκοντα] καὶ ἀνήκοντα πρὸς τιμὴν καὶ δόξαν διοικεῖται κατὰ τὰ πάτρια· πρὸς δὲ τούτοις ὑπαρχουσῶν τοῦ Ὀλυμ[έων δήμου τῶν τριῶν πρότερον μὲν φυ]- | |
[λῶν κα]λουμένων, νῦν δὲ συνγενειῶν, τῆς τε Μωσσέων καὶ Κυβιμέων καὶ Κανδηβέων, τούτων δὲ ἐν ἑκάστηι ὑπαρχουσ[ῶν θυσιῶν καὶ ἱερουργιῶν] | |
10 | [ἰδίων οὐσ]ῶν ἐν ἑκάστηι καὶ προσόδων οὐσῶν ἰδίων, τινὲς λαβόντες κατὰ συνχώρημα τὴν μετουσίαν ἐν συνγεν[είαις τῶν ἱερῶν, ἀξιοῦντες αὐτοῖς μετουσίαν καὶ ἐν ταῖς] |
[τῶν —]ωκότων συνόδοις ὑπάρχειν, τετολμήκασιν ἐπὶ τὰ διοικούμενα ὑπὸ τοῦ Ὀλυμέων δήμου, οἱ μὲν αὐτῶν ἐπὶ τὰ[ς θυσίας μόνον ἰέναι, οἱ δὲ καὶ ἐπὶ τὰς τι]- | |
[μὰς τῆς τε ἱερου]ργίας καὶ ἱερωσύνης καὶ προφητείας, καὶ ἐκ τῆς τῶν μηθὲν προσηκόντων ἀναιδοῦς ἀμφιζβητήσεως [πολλὰ ἀσεβήματα συνέβη κατὰ τῶν δι]- | |
[καίων τῶν πολιτ]ῶν καὶ κατὰ τῆς προστασίας τῶν θεῶν κατασκευάζεσθαι· ἵνα οὖν εἰς δύναμιν πᾶσα μοχθηρὰ παρεύρεσις π[ερὶ τούτων ἀναιρῆται τὸ λοιπόν·] | |
[ἀγαθῆι τύχηι] δεδόχθαι τῶι Ὀλυμέων δήμ[ωι· ἀνα]γρ[ά]ψαι τοὺς διεστῶτας ταμίας ἐν τῶι ἐπ[ὶ δεξιὰ] προ[πυλαί]ωι το[ῦ τεμένους τοῦ Ἀπόλλωνος καὶ τῆς] | |
15 | [Ἀρτέμιδος τὰ ὀνόματα —] |