Honorary decree for (Titus) Aeliu[s] Alkibiades by technetai
of Dionysos from oikoumene; AD 138/161; found at Nysa, later at
Nazilli: Clerc, BCH 9, 1885, 124-127, no. A; Dietl, Nysa 7 no. C;
Kourouniotes, AD 7, 1921-1922, 84-85 (PH); BE 1924:355; SEG 4,
418; BE 1930:209; Robert, Et. épig. 45-53; BE 1939:356; Robert,
Fs. Kontoleon 16-18 (non vidi); BE 1979:446; *IEphesos 22 (PH).
[ ]
IEph 22
| 1 | [ε]ἰσηγησαμένου Ποπλίου Αἰλίου Πομπη[ϊανοῦ] |
| Παίονος Σιδήτου καὶ Ταρσέ[ως] καὶ Ῥοδίο[υ,] | |
| [ποιη]τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψ[ῳδοῦ] | |
| [θε]οῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Π[εργάμῳ,] | |
| 5 | [ἀγ]ωνοθέτου ἀποδεδειγμένου τῶν Σεβ[αστῶν] |
| Πυθίων, ἐπιψηφισαμένου Πο(πλίου) Αἰλίου [—] | |
| [Κ]υζικηνοῦ, κιθαρῳδοῦ Καπετωλιονείκου | |
| Ὀλυμπιονείκου παραδόξου· ἐπειδὴ Αἴλι[ος] | |
| Ἀλκιβιάδης ἀνὴρ παιδείᾳ καὶ μεγαλοφροσ[ύνῃ] | |
| 10 | [δ]ιαφέρων τοῖς τε ἄλλοις τῆς ἀ[ρ]ετῆς καλο[ῖς] |
| κεκοσμημένος ἐκ πολλοῦ δια[τελεῖ] καὶ ἐ[κ] | |
| δώδεκα ἐτῶν καὶ [ἄρδ]ην πάντας εὖ ποιῶν το[ὺς] | |
| μουσικοὺς καὶ πρὸς ἀξίωμα καὶ μεγαλοπρ[έ]- | |
| πειαν τῇ συνόδῳ συνλαμβάνων καὶ περ[ὶ] | |
| 15 | [π]ολλῶν αὐτοφιλοτειμημάτων εἰς ἡμᾶ[ς] |
| [καὶ τ]ὸ κοινόν, ἔτι καὶ βιβλίοις θαυμαστοῖ̣[ς] | |
| [ἐπεκ]ό[σ]μησεν τὸ ἱερὸν ἐπὶ Ῥώμης τέμενος | |
| [τῶν] ἀπὸ τῆς οἰκουμένης τεχνειτῶν, καὶ δῶ[ρα] | |
| μεγαλοπρεπῆ παρέχεται χωρίων ἱπποσ[τά]- | |
| 20 | [σιον ἀ]πονείμας, ἀφ’ οὖ πρόσοδον αἰώνιον |
| δι[ηνε]κῆ [καρ]πωσόμεθα, νεμόμενοι τὰ[ς προ]- | |
| [σ]όδους καθ’ ἑκάστην ἐτήσιον θεοῦ Ἁδρ[ιανοῦ] | |
| [γ]ενέθλιον ἡμέραν, ἐφ’ οἷς ἀμε[ι]βόμενοι τ[ὴν χά]- | |
| [ριν] οἱ ἐπὶ Ῥώμης τεχνεῖται καὶ ἄλλας μὲν [αὐ]- | |
| 25 | τῷ τειμὰς προσηκούσας ἐψηφίσαντο [καὶ ἀρχ]- |
| [ι]ερέα τε αὐτὸν διὰ παντὸς τοῦ αἰῶνος ἀ[πέδει]- | |
| [ξα]ν προτετειμῆσθαί τε ἠξίωσαν τῇ τά[ξει] | |
| τῶν ἄλλων ἀρχιερέων πρῶτον ταῖς διπ[τύχοις] | |
| [ἐ]νγραφόμεν[ο]ν, ἀνθ’ ὧν ἐπεκόσμησε μὲ[ν] | |
| 30 | [τ]ὴν ἀθάνατον Ἁδριανοῦ μνήμην, ἐνδ[οξο]- |
| [τ]έραν δὲ τὴν σύνοδον ἀπέφηνεν ταῖς | |
| αὐτοῦ δωρεαῖς πομπάς τε πέμπουσα[ν] | |
| [με]γ̣αλοπρεπῶς καὶ πολυτελεῖς ἱερομηνία[ς] | |
| [ἐ]πιτελοῦσαν, διὰ ταῦτα καὶ νῦν, τύχῃ ἀγαθ[ῇ,] | |
| 35 | [δ]εδόχθαι τοῖς ἀπὸ τῆς οἰκουμένης περ[ὶ τὸν] |
| Διόνυσον καὶ αὐτοκράτορα Καίσαρα Τ(ίτον) [Αἴλιον] | |
| Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐ[σεβῆ] | |
| τεχνείταις ἱερονείκαις στεφανείτα[ις καὶ] | |
| τοῖς τούτων συναγωνισταῖς τοῖς ἀπ[αν]- | |
| 40 | [τῶ]σιν ἐπὶ τὸν ἐν τῇ μεγίστῃ καὶ πρώτῃ μη[τρο]- |
| πόλει τῆς Ἀσίας καὶ δὶς νεωκόρῳ τῶν Σεβα[σ]- | |
| τῶν Ἐφεσίων πόλει τῶν μεγάλων Ἐφεσήων | |
| [πε]νταετηρικὸν ἀγῶνα· καὶ αὐτοὺς ἐπὶ ταῖς ἡ[μῖν] | |
| δεδογμέναις εἰς τὸν ἄνδρα τειμαῖς προσεπι- | |
| 45 | νοῆσαι χάριν ἀμοιβῆς δικαίαν ψηφίσασθαί [τε εἰ]- |
| κόνας ἐπιχρύσους καὶ ἀνδριάντας ἀναστῆ[σαι] | |
| ἔν τε τοῖς ἱεροῖς τῆς Ἀσίας τῶν αὐτοκρατόρ[ων] | |
| ναοῖς ἔν τε τῇ φιλοσεβάστῳ Νύσῃ πατρίδι τ[οῦ Ἀλ]- | |
| κιβιάδου στήλλην τε ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλων[ος] | |
| 50 | ἀναγράψαι τῶν ψηφισμάτων καὶ ἐν τοῖς λοιπ[οῖς] |
| [α]ὐτοῦ ἔργοις καὶ κατὰ πόλεις ἁπάσας, ἵνα ἀ[μφο]- | |
| τέρων ὑπόμνημα χρηστὸν ᾖ, καὶ τῆς τοῦ [Ἀλκι]- | |
| βιάδου μεγαλοφροσύνης καὶ τῆς τῶν εὖ πα[θόν]- | |
| των χάριτος, τετειμῆσθαί τε αὐτὸν ἀναγορε[ύειν] | |
| 55 | χρυσῷ στεφάνῳ ἐν ταῖς τοῦ διὰ πάντων ἀγῶ[νος] |
| ἱερουργίαις τε καὶ σπονδαῖς καὶ κατὰ πάντα σ[ύν]- | |
| λογον ἀναγορεύεσθαί τε καὶ προτειμᾶσθαι, ἀντ[ίγρα]- | |
| φά τε τῶν ψηφισμάτων καὶ παρ’ αὐτὸν ἐκπέμψαι κα[ὶ] | |
| πρὸς τὴν λαμπροτάτην πατρίδα αὐτοῦ Νυσαέω[ν] | |
| 60 | πόλιν διὰ πρεσβευτῶν Πο(πλίου) Αἰλίου Πομπηϊανο[ῦ] |
| Παίονος Σιδήτου καὶ Ταρσέως καὶ Ῥοδίου, ποι[η]- | |
| τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψῳδο[ῦ] | |
| θεοῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Περγ[ά]- | |
| μῳ καὶ ἀγωνοθέτου ἀποδεδειγμένου τῶν Σ[ε]- | |
| 65 | βαστῶν Πυθίων, καὶ Ἀριστείδου τοῦ Ἀριστείδ[ου Περ]- |
| γαίου Περγαμηνοῦ ποιητοῦ παραδόξου, σ[τεῖ]- | |
| λαί τε πρεσβείαν καὶ παρὰ τὸν μέγιστον α[ὐτο]- | |
| κράτορα καὶ πρὸς τὴν ἐν Ῥώμῃ σύνοδον [χάριν] | |
| ὁμολογοῦσαν ὑπὲρ τῶν πεπραγμένων [τῷ εὐ]- | |
| 70 | εργέτῃ Ἀλκιβιάδῃ. |