Honorary decree for (Titus) Aeliu[s] Alkibiades by technetai
of Dionysos from oikoumene; AD 138/161; found at Nysa, later at
Nazilli: Clerc, BCH 9, 1885, 124-127, no. A; Dietl, Nysa 7 no. C;
Kourouniotes, AD 7, 1921-1922, 84-85 (PH); BE 1924:355; SEG 4,
418; BE 1930:209; Robert, Et. épig. 45-53; BE 1939:356; Robert,
Fs. Kontoleon 16-18 (non vidi); BE 1979:446; *IEphesos 22 (PH).
[ ]
IEph 22
1 | [ε]ἰσηγησαμένου Ποπλίου Αἰλίου Πομπη[ϊανοῦ] |
Παίονος Σιδήτου καὶ Ταρσέ[ως] καὶ Ῥοδίο[υ,] | |
[ποιη]τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψ[ῳδοῦ] | |
[θε]οῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Π[εργάμῳ,] | |
5 | [ἀγ]ωνοθέτου ἀποδεδειγμένου τῶν Σεβ[αστῶν] |
Πυθίων, ἐπιψηφισαμένου Πο(πλίου) Αἰλίου [—] | |
[Κ]υζικηνοῦ, κιθαρῳδοῦ Καπετωλιονείκου | |
Ὀλυμπιονείκου παραδόξου· ἐπειδὴ Αἴλι[ος] | |
Ἀλκιβιάδης ἀνὴρ παιδείᾳ καὶ μεγαλοφροσ[ύνῃ] | |
10 | [δ]ιαφέρων τοῖς τε ἄλλοις τῆς ἀ[ρ]ετῆς καλο[ῖς] |
κεκοσμημένος ἐκ πολλοῦ δια[τελεῖ] καὶ ἐ[κ] | |
δώδεκα ἐτῶν καὶ [ἄρδ]ην πάντας εὖ ποιῶν το[ὺς] | |
μουσικοὺς καὶ πρὸς ἀξίωμα καὶ μεγαλοπρ[έ]- | |
πειαν τῇ συνόδῳ συνλαμβάνων καὶ περ[ὶ] | |
15 | [π]ολλῶν αὐτοφιλοτειμημάτων εἰς ἡμᾶ[ς] |
[καὶ τ]ὸ κοινόν, ἔτι καὶ βιβλίοις θαυμαστοῖ̣[ς] | |
[ἐπεκ]ό[σ]μησεν τὸ ἱερὸν ἐπὶ Ῥώμης τέμενος | |
[τῶν] ἀπὸ τῆς οἰκουμένης τεχνειτῶν, καὶ δῶ[ρα] | |
μεγαλοπρεπῆ παρέχεται χωρίων ἱπποσ[τά]- | |
20 | [σιον ἀ]πονείμας, ἀφ’ οὖ πρόσοδον αἰώνιον |
δι[ηνε]κῆ [καρ]πωσόμεθα, νεμόμενοι τὰ[ς προ]- | |
[σ]όδους καθ’ ἑκάστην ἐτήσιον θεοῦ Ἁδρ[ιανοῦ] | |
[γ]ενέθλιον ἡμέραν, ἐφ’ οἷς ἀμε[ι]βόμενοι τ[ὴν χά]- | |
[ριν] οἱ ἐπὶ Ῥώμης τεχνεῖται καὶ ἄλλας μὲν [αὐ]- | |
25 | τῷ τειμὰς προσηκούσας ἐψηφίσαντο [καὶ ἀρχ]- |
[ι]ερέα τε αὐτὸν διὰ παντὸς τοῦ αἰῶνος ἀ[πέδει]- | |
[ξα]ν προτετειμῆσθαί τε ἠξίωσαν τῇ τά[ξει] | |
τῶν ἄλλων ἀρχιερέων πρῶτον ταῖς διπ[τύχοις] | |
[ἐ]νγραφόμεν[ο]ν, ἀνθ’ ὧν ἐπεκόσμησε μὲ[ν] | |
30 | [τ]ὴν ἀθάνατον Ἁδριανοῦ μνήμην, ἐνδ[οξο]- |
[τ]έραν δὲ τὴν σύνοδον ἀπέφηνεν ταῖς | |
αὐτοῦ δωρεαῖς πομπάς τε πέμπουσα[ν] | |
[με]γ̣αλοπρεπῶς καὶ πολυτελεῖς ἱερομηνία[ς] | |
[ἐ]πιτελοῦσαν, διὰ ταῦτα καὶ νῦν, τύχῃ ἀγαθ[ῇ,] | |
35 | [δ]εδόχθαι τοῖς ἀπὸ τῆς οἰκουμένης περ[ὶ τὸν] |
Διόνυσον καὶ αὐτοκράτορα Καίσαρα Τ(ίτον) [Αἴλιον] | |
Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐ[σεβῆ] | |
τεχνείταις ἱερονείκαις στεφανείτα[ις καὶ] | |
τοῖς τούτων συναγωνισταῖς τοῖς ἀπ[αν]- | |
40 | [τῶ]σιν ἐπὶ τὸν ἐν τῇ μεγίστῃ καὶ πρώτῃ μη[τρο]- |
πόλει τῆς Ἀσίας καὶ δὶς νεωκόρῳ τῶν Σεβα[σ]- | |
τῶν Ἐφεσίων πόλει τῶν μεγάλων Ἐφεσήων | |
[πε]νταετηρικὸν ἀγῶνα· καὶ αὐτοὺς ἐπὶ ταῖς ἡ[μῖν] | |
δεδογμέναις εἰς τὸν ἄνδρα τειμαῖς προσεπι- | |
45 | νοῆσαι χάριν ἀμοιβῆς δικαίαν ψηφίσασθαί [τε εἰ]- |
κόνας ἐπιχρύσους καὶ ἀνδριάντας ἀναστῆ[σαι] | |
ἔν τε τοῖς ἱεροῖς τῆς Ἀσίας τῶν αὐτοκρατόρ[ων] | |
ναοῖς ἔν τε τῇ φιλοσεβάστῳ Νύσῃ πατρίδι τ[οῦ Ἀλ]- | |
κιβιάδου στήλλην τε ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλων[ος] | |
50 | ἀναγράψαι τῶν ψηφισμάτων καὶ ἐν τοῖς λοιπ[οῖς] |
[α]ὐτοῦ ἔργοις καὶ κατὰ πόλεις ἁπάσας, ἵνα ἀ[μφο]- | |
τέρων ὑπόμνημα χρηστὸν ᾖ, καὶ τῆς τοῦ [Ἀλκι]- | |
βιάδου μεγαλοφροσύνης καὶ τῆς τῶν εὖ πα[θόν]- | |
των χάριτος, τετειμῆσθαί τε αὐτὸν ἀναγορε[ύειν] | |
55 | χρυσῷ στεφάνῳ ἐν ταῖς τοῦ διὰ πάντων ἀγῶ[νος] |
ἱερουργίαις τε καὶ σπονδαῖς καὶ κατὰ πάντα σ[ύν]- | |
λογον ἀναγορεύεσθαί τε καὶ προτειμᾶσθαι, ἀντ[ίγρα]- | |
φά τε τῶν ψηφισμάτων καὶ παρ’ αὐτὸν ἐκπέμψαι κα[ὶ] | |
πρὸς τὴν λαμπροτάτην πατρίδα αὐτοῦ Νυσαέω[ν] | |
60 | πόλιν διὰ πρεσβευτῶν Πο(πλίου) Αἰλίου Πομπηϊανο[ῦ] |
Παίονος Σιδήτου καὶ Ταρσέως καὶ Ῥοδίου, ποι[η]- | |
τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψῳδο[ῦ] | |
θεοῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Περγ[ά]- | |
μῳ καὶ ἀγωνοθέτου ἀποδεδειγμένου τῶν Σ[ε]- | |
65 | βαστῶν Πυθίων, καὶ Ἀριστείδου τοῦ Ἀριστείδ[ου Περ]- |
γαίου Περγαμηνοῦ ποιητοῦ παραδόξου, σ[τεῖ]- | |
λαί τε πρεσβείαν καὶ παρὰ τὸν μέγιστον α[ὐτο]- | |
κράτορα καὶ πρὸς τὴν ἐν Ῥώμῃ σύνοδον [χάριν] | |
ὁμολογοῦσαν ὑπὲρ τῶν πεπραγμένων [τῷ εὐ]- | |
70 | εργέτῃ Ἀλκιβιάδῃ. |