Funerary inscription in elegiacs by Epaphrodeitos Menelaou for family; 2; found at Myndos: *Paton & Myres, JHS 16, 1896, 214, no. 1; **Peek, GVI I 1327 (l. 3).  
[ ] JHS 16, 1896, 214, no. 1
1 στῆσον ἴχνος παροδεῖτα καὶ εἴσιδε καν-
θὸν ἐρείσας∙ ὕπνου καὶ λήθης ὑστάτιον
μέλαθρον∙, μνημεῖον π̣[ολύ]τευκτον, ὃ τοῖς
ἰδίοις ὑπὸ μόχθοις∙ Ἐπα[φ]ρόδειτος ἔτευξε,
5 γόνος πινυτοῦ Μενελάου∙, εὖ φρονέων#⁵⁶,
εἰδὼς τὸ βίου τέλος, ὅσσα λίαν τις μοχθήσῃ
μοίρη πάντες ὀφειλόμεθα∙· πάντων
γὰρ βιότου κοινὸν τέλ∙ος εἷς μακρὸς#⁵⁶
αἰὼν, ὃν δεῖ κοιμᾶ[σ]θαι τοῖς ὑπὸ ❦
10 γῆν μελάθροις.
Search Help
Contact Us