Document concerning possession by Otorkondeis of land of
Thraseas; II2/I1; found at Mylasa: Mous. II 1, 1875-1876,
50-51, no. 170.A (part); Cousin & Diehl, BCH 12, 1888, 25-31,
no. 9 (center & right columns); SGDI 5755; BE 1970:557; *IMylasa
214.
[ ]
IMyl 214
1 | [—] ε̣ἰ̣ς̣ τὰς γέας τὰς ἐν τῶι Ὀμβιανῶι πεδίωι ἐν Λε[υκῇ Κώμ]ῃ εἰς |
τὰς ὀνομαζομένας ἐν Ὀρθονδουωκοις σὺν τοῖς ἐνοῦ[σιν] ἀμπέλων | |
ὄρχοις ἑξήκοντα δυσὶν καὶ δένδρεσιν ἐλαΐνοις τρισὶν κα[ὶ το]ῖς ἄλλοις | |
δένδρεσι πᾶσιν, εἰς ἃ καὶ πέπρακεν αὐτοῖς, ἐναντίον μαρτύ[ρω]ν τῶν ὁμό- | |
5 | ρων Τετρηκοστῆς Μενίππου Καλβαλα μετὰ κυρίου τοῦ υἱοῦ [Με]νοίτου |
τοῦ Λέοντος Οὐωκεω, Ἀριστέου τοῦ Εὐάνδρου, Διονυσίου τοῦ Ἰατ[ρο]κλείους | |
ἀφ’ ὧν ἔχει ἐν ὑποθέσει παρὰ Διοσκουρίδου τοῦ Διονυσίου το[ῦ Ἀ]ριστέου, | |
καὶ ἀπὸ τῆς γῆς τῆς Βολλι[—]εων τῆς ἐχούσης αὐτὴν ἐμ μισθ[ώ]σει Μελι- | |
τίνης τῆς Ἑκαταίου μετὰ κυρίου τοῦ ἀνδρὸς Μενάνδρου τοῦ Γλαύκου, | |
10 | Πρωταγόρου τοῦ Θεοδώρου, καὶ εἰς ἄλλας γέας ἐν τῶι Ὀμβιανῶι πεδίωι |
ἐν Λευκῇ Κώμῃ εἴς τε τὴν καλουμένην Ἀρμοκοδωκα καὶ εἰς τὴν ἐχομε- | |
νην ταύτης ἕως τε τῆς Τροβαλισσικῆς ὁδοῦ καὶ ὡς τὰ ὅρια πέ[π]ηγεν σὺν | |
τοῖς ἐνοῦσι δένδρεσιν ἐλαΐνοις πᾶσιν, εἰς ἣν καὶ αὐτὴν πέπ[ρ]ακεν αὐ- | |
τοῖς, ἐναντίον μαρτύρων τῶν ὁμόρων ἀπὸ τῶν φυλετικῶν γεῶ[ν] Διὸς Ὀ- | |
15 | τωρκονδέων αὐτοῦ Θρασέου τοῦ Πολίτου τοῦ Μέλανος Γράβου κα[τ]ὰ̣ δὲ υἱ[ο]- |
θεσίαν Ἡρακλείτου τοῦ Ἡρακλείδου, Δράκοντος τοῦ Πολίτου Γρ[άβ]ου κατὰ | |
δὲ υἱοθεσίαν Ἡρακλείτου τοῦ Ἡρακλείδου, καὶ ἀπὸ τῶν φυλετικῶ[ν γ]εῶν Διὸς | |
Ὀτωρκονδέων αὐτο[ῦ Θ]ρασέου τοῦ Πολίτου τοῦ Μέλα[νο]ς [Γράβο]υ. |