Document of phyle of Otorkondeis concerning taking
possession of land of [I]atrokles; II2/I1; found at
Mylasa: LW 415; *IMylasa 204 (PH).
[ ]
IMyl 204
1 | [—]ΣΙΑ[—] |
[—ο]υ τοῦ Ἱεροκλείους ΧΟ[—]Ν̣Ο[—]Υ π̣[έμ]π[τ]ηι· ἐν̣ε̣βίβα[σεν κατ]ὰ τὸ[ν] | |
[νόμον Ἰατροκλῆς] Δημητρίου τοῦ Φανίου ἱε[ρεὺ]ς Ἀφροδίτη[ς] Στρατείας Μασσωνεὺς τοὺς | |
[εἱρημένους] κτηματώνας ὑπὸ τῆς Ὀτωρκονδέων φυλῆς Δημήτριον [Ἰ]ατροκλείους κατὰ δὲ υἱ[ο]- | |
5 | [θεσίαν Δρά]κοντος καὶ Ἐπαίνετον Οὐλιάδου Ταρκονδαρεῖς καὶ Ἀριστέαν Λιμναίου καὶ |
[— Μενί]ππου τοῦ Ὑβρέου Μαυννίτας, εἰς τὰς γέας τὰς ἐν τῷ Ὀμβιανῷ πεδίῳ τὰς καλου- | |
[μένας Δημ]ητριεῖον, εἰς τὰς οὔσας ἱερὰς Διὸς Ὀσογω, ἃς καὶ ἐκτηματώνηκαν τῷ Διῒ Ὀτωρκον- | |
[δέων σὺν τ]οῖς ἐνοῦσι δένδρεσι πᾶσι καὶ ἀμπέλοις καὶ εἰς τὰ ἐποίκια καὶ εἰς τὰ οἰκόπεδα καὶ εἰς | |
[τ]ὰ λοιπὰ̣ [ἔ]χ̣οντα ἐν ταῖς προ[γε]γραμμέναις γέαις πάντα· εἰς ἃ καὶ παρακεχώρηκεν αὐτοῖς | |
10 | [ο]ὐθὲν ὑπολειπόμενος ἑαυτῷ ἐν τοῖς τόποις τούτοις πλὴν τῶν διαμφισβητουμένων |
[π]ρὸς Μελάνθιον Πόλλιος· ἐὰν δὲ κριθῇ καὶ τὰ διαμφισβητούμενα κατὰ Ἰατροκλῆν, ἔσονται | |
[κ]αὶ εἰς ταῦτα ἐμβεβατευμένοι κυρίως κατὰ τήνδε τὴν ἔμβασιν· ἐνεβίβασεν δὲ αὐτοὺς ἐναντί- | |
[ον μ]αρτύρων τῶν ὁμόρων Λέοντος τοῦ Θεομνήστου τοῦ Λέοντος, Λιμναίου τοῦ Θεομνήστου | |
[καὶ Ε]ὐπολέμου τοῦ Θεομνήστου ἱερέως Διὸς Καρίου καὶ Ἰάσονος καὶ Θεομνήστου υἱῶν Θεομνήσ- | |
15 | [του,] μετὰ κυρίου τοῦ πατρὸς αὐτῶν Θεομνήστου τοῦ Λέοντος κατὰ δὲ υἱοθεσίαν Διοκλείους |
[τοῦ] Πολυκλείτου ἱερέως Διὸς Στρατίου καὶ Ἥρας, καὶ ἐκ τῶν ἄλλων μερῶν Δημητριάδος τῆς | |
[Δη]μητρίου μετὰ κυρίου τοῦ πατρὸς Δη<μη>τρίου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου κατὰ δὲ υἱοθεσίαν | |
[Αἰν]έ̣ου, τῶν ἐπιτρόπων, αὐτοῦ ὄντος ἀποδήμου, Αἰνέου τοῦ Δημητρίου ἱερέως Ἀπόλ- | |
[λωνος] Πυθίου κα[ὶ Ἀντιπάτρου] τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου καὶ Ἀττίνου τοῦ Ἑρμίου τοῦ | |
20 | [Ἀντιπάτρ]ου, [—]οκλείους, Διοσκουρίδου τοῦ Μενίππου τοῦ Πόλλιος |