Decree of Mylasa against Manitas Paktyo, Thyssos Sysko,
and anyone else who plotted against Maussollos, with curse
against violators; 355/354 BC; found at Mylasa: CIG 2691.e; LW
379; Froehner, ILouvre no. 96.C; Bechtel, Inschr. ion. Dial. no.
248.c; Michel 471.III; SGDI 5753.c; Schwyzer, DGEEP 746.C;
Syll2 107 (non vidi); Syll3 167, ll. 32-50; Tod II no.
138, ll. 32-50; *IMylasa 3 (PH) + II p. 7.
[ ]
IMyl 3 + II p. 7
1 | ἔτει πέμπτωι Ἀρταξέρξευς βασιλεύοντος, |
Μαυσσώλλου ἐξαιθραπεύον̣[τ]ος· Μανιτα τοῦ | |
Πακτυω ἐπιβουλεύσαντος Μαυσσώλλωι τῶι Ἑκατόμν<ω> | |
ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαμβραύνδου θυσίης ἐνιαυ- | |
5 | σίης καὶ πανηγύριος ἐούσης, καὶ Μαυσσώλλου μὲν |
σωθέντος σὺν τῶι Διΐ, Μανιτα δὲ αὐτοῦ [τ]ὴν δίκην | |
λαβόντος ἐν χειρῶν νομῶι, ἔγνωσαν Μυλασε[ῖ]ς̣, παρη- | |
νομημένου τοῦ ἱεροῦ καὶ Μαυσσώλλου τοῦ εὐερ- | |
γέτεω ἔρευναν ποιήσασθαι, εἴ τις καὶ ἄλλος μετέ[σ]- | |
10 | χεν ἢ ἐκοινώνησεν τῆς πράξιος· ἐλεγκθέντος δὲ |
καὶ Θυσσου τοῦ Συσκω καὶ κριθέντος συναδικεῖν | |
μετὰ Μανιτα, ἔδοξε Μυλασεῦσιν καὶ ἐπεκύρωσαν | |
αἱ τρεῖς φυλαί· τὰ Μανιτα τοῦ Πακτυω καὶ Θυσσου | |
τοῦ Συσκω προστεθῆναι Μαυσσώλλωι· καὶ τὰ | |
15 | κτήματα ἐπώλησεν ἡ πόλις δημοσίῃ ἐπαρὰς |
ποιησαμένη τούτων τὰς ὠνὰς τοῖς πριαμένοις | |
κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν | |
μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε- | |
σθαι καὶ αὐτὸν καὶ τοὺς ἐκείνου πάντας. |