Decree of ekklesie of Mylasa against sons of Peldemos for
damaging statue of Hekatomnos, with curse for violators; 361/360
BC; found at Mylasa: CIG 2691.d; LW 378; Froehner, ILouvre no.
96.B; Bechtel, Inschr. ion. Dial. no. 248.b; Michel 471.II; SGDI
5753.b; Schwyzer, DGEEP 746.B; Syll2 107 (non vidi);
Syll3 167, ll. 17-31; Tod II no. 138, ll. 17-31; *IMylasa 2
(PH) + II p. 7.
[ ]
IMyl 2 + II p. 7
1 | ἔτει τετρωκοστῶι καὶ πέμπτωι Ἀρταξέρξευς |
βασιλεύοντος, Μαυσσώλλου ἐξαιθραπεύοντος· | |
ἔδοξε Μυλασεῦσι ἐκκλησίης κυρίης γενομένης, | |
καὶ ἐπεκύρωσαν αἱ τρεῖς φυλαί· τοὺς Πελδεμω | |
5 | παῖδας παρανομήσαντας ἐς τὴν εἰκόνα |
τὴν Ἑκατόμνω, ἀνδρὸς πολλὰ καὶ ἀγαθὰ ποιήσαν- | |
τος τὴμ πόλιν τὴμ Μυλασέων καὶ λόγωι καὶ ἔργωι, | |
ἀδικεῖν καὶ τὰ ἱερὰ ἀναθήματα καὶ τὴμ πόλιν | |
καὶ τοὺς εὐεργέτας τῆς πόλεως· ἀδικεῖν δὲ κατα- | |
10 | γνόντες ἐζημίωσαν δημεύσει τῆς οὐσίης καὶ ἐπώ<λη>- |
σαν τὰ κτήματα αὐτῶν δημοσίηι, ἐκτῆσθαι κυρίως | |
τοῖς πριαμένοις· καὶ ἐπαρὰς ἐποήσαντο περὶ τούτων | |
μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις | |
ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν καὶ τοὺς | |
15 | ἐκείνου π[άν]τας. |