Decree of phyle of Ot[o]rkond[eis] concerning lease of land to (no name); II2/I1; found at Mylasa: Homolle, BCH 19, 1895, 558-559, no. 1; MDAI(A) 21, 1896, 119-120; Iordanides, Harmonia 14 Feb. 1896 (non vidi); *IMylasa 218.  
[ ] IMyl 218
1 [ἐὰν δὲ μὴ διορθώσηται — τὸν φόρον καθότι γέγραπται, ἀ]ποτείσε[ι τὸν] φόρον ἡμιόλιον· [ἐὰν] δὲ
[ἡ μισθωσαμένη τὸν φόρον δὶς ἐφεξ]ῆς μὴ ἀ[ποδ]ῶι, ἀ[ποτεί]σει τόν τε φόρον τῶν τριῶν ἐτῶν ἡμι[όλιον]
[καὶ οὐχ ὑπάρξει αὐτῇ ἡ μίσθωσις, ἀ]λλὰ οἱ τότε ταμίαι τῆς φυλῆς ἀναμισθωσάτωσαν αὐ[τ]ὰ μὴ
[ἐλάσσονος τοῦ προγεγραμμένου] φόρου· οὐκ ἐξέσται δὲ τῇ μεμισθωμένῃ τὴν πρώτην καταβολὴν ὁ-
5 [φειλούσῃ τὴν δευτέραν ἀποδιδό]ναι, ἀλλ’ ἀεὶ τὴν πρώτην διορθωσαμένῃ τοῖς <πρώτοις,> οὕτως τὴν
[δευτέραν ἀποδιδόναι, εἰ δὲ μή, ο]ὐχ ὑπάρξει αὐτῇ ἡ μίσθωσις· ἐξουσίαν δὲ ἐχέτω καὶ ἄλλους ὑπὲρ αὐτῆς
[— εἰ δὲ μή, οὐχ] ὑπάρξει αὐτῇ ἡ μίσθωσις· ἐὰν δὲ {μὴ} βούληται παραχωρεῖν, παραχωρεί-
[τω τὰ προγεγραμμένα κατὰ τὰ α]ὐτά, ἄλλως δὲ μὴ ἐξέστω παραχωρεῖν· εἰ δὲ μή, ἄκυρος ἔστω <ἡ> παραχώ[ρη]-
[σις καὶ οἱ ταμίαι τῆς φυλῆς ἀναμι]σθωσάτωσαν αὐτά· ἡ δὲ πρᾶξις ἔσται τοῦ φόρου ἑκάστου ἔτους τοῖς
10 [γινομένοις ταμίαις τῆς φυλῆς πράσ]σουσιν κατὰ τὸν πω̣λη̣τικὸν νόμον παρὰ τῆς ἐχούσης αὐτά· ὅταν δὲ ποι-
[ήσωσι —] πρὸς τοὺς ἔχοντας τὰ ἡμίση τῶν ΜΟΣ ὀβολαίων, χρηματισάτωσαν
[—] ἔγγαιον ἀνάκρισιν πρὸς τοὺς τῆς φυλῆς ταμίας καὶ τὸν ἄρχοντα
[—] δεδόχθαι· ποιήσασθαι τὴν καταγραφὴν αὐτῶν το[ὺ]ς [κ]τηματώ-
[νας — καὶ τὴν μίσθωσ]ιν τοὺς ταμίας τῆς φυλῆς ἐπὶ τῶν δικαστῶν καὶ τοῦ νομοφύλα-
15 [κος κατὰ συγγραφήν· καὶ ὑπαρχέ]τω ὁ φόρος τῶι θεῶι ἐμ προσόδωι· ὑπογραψάτωσαν δὲ ἐν τῶι τῆς μισ-
[θώσεως χρηματισμῶι τόδε τὸ ψή]φισμα· ἀναγραψάτωσαν δὲ οἱ ταμίαι ἐν τῶι ἱερῶι Ὀτ[ω]ρκονδ[έων]
[τόν τε τῆς ὠνῆς καὶ τῆς ἐ]μ[β]άσεως καὶ μισθώσεως χρηματισμὸν ποιούμενοι τὴν ΑΓΡ[—]
[— ἐν τῶι τοίχωι] τῶι βλέποντι πρὸς Βορέαν· τὸ δὲ ἐσόμεν[ον εἰς ταῦτα ἀνάλωμα]
[δοθήτω ἐκ τῶν κοινῶν προσόδων.]
Search Help