Decree of phyle [of Otorkondeis] concerning purchase of
land from Thraseas; II1/I1; found at Mylasa: CIG 2693e;
LW 416; Hauvette-Besnault & Dubois, BCH 5, 1881, 107-119, no.
11.B; Dareste & Haussoullier & Reinach, Rec. inscr. jur. gr.
no. 13quater.B (non vidi); *IMylasa 212; Blümel, EA 13, 1989, 14.
[ ]
IMyl 212
0 | [— σὺν τοῖς ἐνοῦσι δέν]- |
δρεσι πᾶσι[ν ἃ κ]αὶ ἐπρίατο Θρασέας παρὰ Ἀρτεμισίας τῆς Ἑκαταίου Κεταμβισσιος, ἐπὶ στεφανηφόρου | |
Ἀριστέου τοῦ Μέλανους τοῦ Ἀπολλωνίου ἱερέως Διὸς Ὑψίστου καὶ Τύχης Ἀγαθῆς, μηνὸς Ἀπελλαίου, οὐθὲν | |
ὑπολιπόμενος αὑτῶι ἐν τοῖς τόποις τούτοις, οὔτε ὧν ἔλαχεν διελόμενος πρὸς τὸν ἀδελφόν, | |
οὔτε ὧν προσεπρίατο παρὰ Ἀρτεμισίας τῆς Ἑκαταίου Κεταμβισσιος, τιμῆς τὰ πάντα ἀργυρίου Ῥοδίου | |
5 | λεπτοῦ δραχμῶν ἑπτακισχιλίων, ἐφ’ ᾧ καταγράψει τούτων τὴν ὠνὴν βεβαιωτὰς διδούς· ἐπελθὼν δὲ καὶ |
ὁ Θρασέας ἐπὶ τὴν ἐκλησίαν ἔφη ἕτοιμος εἶναι διοικεῖν ταῦτα· γενομένης δὲ τῆς ὠνῆς τῶν προγεγραμ- | |
μένων τοῖς κτηματώναις εἰς τὸ τοῦ θεοῦ ὄνομα, μισθώσεται τὰ προγεγραμμένα πάντα αὐτὸς Θρασέας | |
παρὰ τῶν ταμιῶν τῆς φυλῆς κατὰ χρηματισμὸν ἐν τῷ αὐτῷ χρόνωι, καὶ ἕξει αὐτὰ εἰς πατρικὰ αὐτὸς καὶ οἱ | |
ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκ̣ῃ, καὶ τελέσει ἑκάστου ἔτους φόρον τοῖς τῆς φυλῆς | |
10 | ταμίαις ἐμ μηνὶ Περιτίῳ ἄνεικον ἀνυπόλογον ἀργυρίου Ῥοδίου λεπτοῦ δραχμὰς τριακοσίας· ἐὰν δὲ καὶ ἐμβό- |
λιμον μῆνα ἡ πόλις ἄγῃ, προσδιορθώσεται καὶ τοῦ ἐμβολίμου τὸ κατὰ λόγον ἐν τῷ αὐτῷ χρόνῳ· ἄρξει δὲ αὐτῷ | |
τῆς μισθώσεως ὁ ἐνεστὼς μείς· καὶ τῶν μὲν ὑπολιπομένων μηνῶν μέχρι τοῦ Περιτίου μηνὸς ποιήσεται τὴν | |
καταβολὴν τοῖς ταμίαις τῆς φυλῆς ἐν τῷ Περιτίῳ μηνί, ἀ[π]οδιδοὺς τὸ κατὰ λόγον τοῦ φόρου ἀργυρίου Ῥοδίου | |
λεπτοῦ δραχμὰς ἑκατὸν πεντήκοντα· τῶν δὲ ἄλλων ἐτῶν ποιήσεται τὰς καταβολὰς καθότι προγέγραπται· ἐὰν δὲ | |
15 | μὴ διορθώσηται Θρασέας τὸν φόρον καθότι γέγραπται, δότω ἡμιόλιον· ἐὰν δὲ δὶς ἐφεξῆ μὴ ἀποδῶι, ἀποτεισάτω |
τόν τε φόρον τῶν δύο ἐτῶν ἡμιόλιον καὶ οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλ’ οἱ τότε ταμίαι τῆς φυλῆς ἀναμισθω- | |
σάτωσαν αὐτὰ μὴ ἐλάσσονος τοῦ προγεγραμμένου φόρου· ο[ὐκ] ἐξέσται δὲ τῶι μεμ̣ι̣σ̣θ̣ω̣[μέν]ωι τὴν πρώτην κατα- | |
[β]ολ[ὴν ὀφ]είλοντι τὴν δευτέραν ἀποδιδόναι, ἀλλ’ ἀ<ε>[ὶ] <τ>ὴ̣ν πρώ[τ]η̣ν διο̣[ρθωσ]αμένωι τοῖς [π]<ρ>[ώτοις, ο]<ὕ>τως [τὴ]ν̣ δε[υτέ]- | |
[ραν ἀποδ]ιδό[να]ι, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθω[σις· οὐ πα]ρα[χ]ωρήσει δὲ Θ[ρασέας ἑτέρωι οὐθενὶ οὐδὲ] | |
20 | [ἄλλος ὁ ἔχων αὐτὰ καταμερίζων τὰς γέας] οὐδ̣[ὲ] κατ̣[αδιελεῖ τὸν φόρον· ἐ]ὰν δὲ μή, οὐχ ὑπά[ρξει αὐτῶι ἡ μίσθωσις.] |