Decree of phyle [of Otorkondeis] concerning purchase of land from Thraseas; II1/I1; found at Mylasa: CIG 2693e; LW 416; Hauvette-Besnault & Dubois, BCH 5, 1881, 107-119, no. 11.B; Dareste & Haussoullier & Reinach, Rec. inscr. jur. gr. no. 13quater.B (non vidi); *IMylasa 212; Blümel, EA 13, 1989, 14.  
[ ] IMyl 212
0 [— σὺν τοῖς ἐνοῦσι δέν]-
δρεσι πᾶσι[ν ἃ κ]αὶ ἐπρίατο Θρασέας παρὰ Ἀρτεμισίας τῆς Ἑκαταίου Κεταμβισσιος, ἐπὶ στεφανηφόρου
Ἀριστέου τοῦ Μέλανους τοῦ Ἀπολλωνίου ἱερέως Διὸς Ὑψίστου καὶ Τύχης Ἀγαθῆς, μηνὸς Ἀπελλαίου, οὐθὲν
ὑπολιπόμενος αὑτῶι ἐν τοῖς τόποις τούτοις, οὔτε ὧν ἔλαχεν διελόμενος πρὸς τὸν ἀδελφόν,
οὔτε ὧν προσεπρίατο παρὰ Ἀρτεμισίας τῆς Ἑκαταίου Κεταμβισσιος, τιμῆς τὰ πάντα ἀργυρίου Ῥοδίου
5 λεπτοῦ δραχμῶν ἑπτακισχιλίων, ἐφ’ ᾧ καταγράψει τούτων τὴν ὠνὴν βεβαιωτὰς διδούς· ἐπελθὼν δὲ καὶ
ὁ Θρασέας ἐπὶ τὴν ἐκλησίαν ἔφη ἕτοιμος εἶναι διοικεῖν ταῦτα· γενομένης δὲ τῆς ὠνῆς τῶν προγεγραμ-
μένων τοῖς κτηματώναις εἰς τὸ τοῦ θεοῦ ὄνομα, μισθώσεται τὰ προγεγραμμένα πάντα αὐτὸς Θρασέας
παρὰ τῶν ταμιῶν τῆς φυλῆς κατὰ χρηματισμὸν ἐν τῷ αὐτῷ χρόνωι, καὶ ἕξει αὐτὰ εἰς πατρικὰ αὐτὸς καὶ οἱ
ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκ̣ῃ, καὶ τελέσει ἑκάστου ἔτους φόρον τοῖς τῆς φυλῆς
10 ταμίαις ἐμ μηνὶ Περιτίῳ ἄνεικον ἀνυπόλογον ἀργυρίου Ῥοδίου λεπτοῦ δραχμὰς τριακοσίας· ἐὰν δὲ καὶ ἐμβό-
λιμον μῆνα ἡ πόλις ἄγῃ, προσδιορθώσεται καὶ τοῦ ἐμβολίμου τὸ κατὰ λόγον ἐν τῷ αὐτῷ χρόνῳ· ἄρξει δὲ αὐτῷ
τῆς μισθώσεως ὁ ἐνεστὼς μείς· καὶ τῶν μὲν ὑπολιπομένων μηνῶν μέχρι τοῦ Περιτίου μηνὸς ποιήσεται τὴν
καταβολὴν τοῖς ταμίαις τῆς φυλῆς ἐν τῷ Περιτίῳ μηνί, ἀ[π]οδιδοὺς τὸ κατὰ λόγον τοῦ φόρου ἀργυρίου Ῥοδίου
λεπτοῦ δραχμὰς ἑκατὸν πεντήκοντα· τῶν δὲ ἄλλων ἐτῶν ποιήσεται τὰς καταβολὰς καθότι προγέγραπται· ἐὰν δὲ
15 μὴ διορθώσηται Θρασέας τὸν φόρον καθότι γέγραπται, δότω ἡμιόλιον· ἐὰν δὲ δὶς ἐφεξῆ μὴ ἀποδῶι, ἀποτεισάτω
τόν τε φόρον τῶν δύο ἐτῶν ἡμιόλιον καὶ οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλ’ οἱ τότε ταμίαι τῆς φυλῆς ἀναμισθω-
σάτωσαν αὐτὰ μὴ ἐλάσσονος τοῦ προγεγραμμένου φόρου· ο[ὐκ] ἐξέσται δὲ τῶι μεμ̣ι̣σ̣θ̣ω̣[μέν]ωι τὴν πρώτην κατα-
[β]ολ[ὴν ὀφ]είλοντι τὴν δευτέραν ἀποδιδόναι, ἀλλ’ ἀ<ε>[ὶ] <τ>ὴ̣ν πρώ[τ]η̣ν διο̣[ρθωσ]αμένωι τοῖς [π]<ρ>[ώτοις, ο]<ὕ>τως [τὴ]ν̣ δε[υτέ]-
[ραν ἀποδ]ιδό[να]ι, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθω[σις· οὐ πα]ρα[χ]ωρήσει δὲ Θ[ρασέας ἑτέρωι οὐθενὶ οὐδὲ]
20 [ἄλλος ὁ ἔχων αὐτὰ καταμερίζων τὰς γέας] οὐδ̣[ὲ] κατ̣[αδιελεῖ τὸν φόρον· ἐ]ὰν δὲ μή, οὐχ ὑπά[ρξει αὐτῶι ἡ μίσθωσις.]
Search Help
Contact Us