Decree of phyle of Otorkondeis concerning lease of land to Thraseas; II2/I1; found at Mylasa: Kirchhoff, Hermes 15, 1880, 383-384; Nea Smyrne, 10 May 1880 (non vidi); Hauvette-Besnault & Dubois, BCH 5, 1881, 107-119, no. 11.C; Dareste & Haussoullier & Reinach, Rec. inscr. jur. gr. no. 13quater.C (non vidi); *IMylasa 208.  
[ ] IMyl 208
1 [—]ΦΟΡΟ[— τ]οῦ μὲν πρώ[το]υ ἔτους μη̣ν[ῶν] δέκα φόρον, τῶ[ν] δὲ
[ἄλλων] καθότι προγέγ[ραπτ]αι· ἐὰν δὲ μὴ διορθώσηται Θρασέας τὸν φόρον καθότι γέγραπται, ἀποτείσει
[τ]ὸν ἡμιόλιον· [ἐὰ]ν δὲ δὶς ἐφεξῆς μὴ ἀποδῶι, ἀποτείσει τόν τε φόρον τῶν δύο ἐτῶν ἡμιόλιον καὶ
οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλὰ οἱ τότε ταμίαι τῆς φυλῆς ἀναμισθωσάτωσαν αὐτὰ μὴ ἐλάσσο-
5 νος τοῦ προγεγραμμένου φόρου· οὐκ ἐξέστα<ι> δὲ τῶι μεμισθωμένωι τὴν πρώτην καταβολὴν ὀφείλον-
τι τὴν δευτέραν ἀποδιδόναι, ἀλλ’ ἀεὶ τὴν πρώτην διορθωσαμένωι τοῖς πρώτοις, οὕτως τὴν δευτέραν
ἀποδιδόναι, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις· οὐ παραχωρήσει δὲ Θρασέας ἑτέρωι οὐθενὶ οὐδὲ
ἄλλος ὁ ἔχων αὐτὰ καταμερίζων τὰς γέας οὐδὲ καταδιελεῖ τὸν φόρον, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι
ἡ μίσθωσις· οὐ παραχωρήσει δὲ οὐδὲ ὀφείλων φόρον· εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλὰ οἱ ταμί-
10 αι ἀναμισθωσάτωσαν πάντα· ἐὰν δὲ βούληται παραχωρεῖν, παραχωρείτω τὰ προγεγραμμένα κατὰ τὰ
αὐτά, ἄλλως δὲ μὴ ἐξέστω παραχωρεῖν· εἰ δὲ μή, ἄκυρος ἔστω ἡ παραχώρησις καὶ οἱ ταμίαι τῆς φυλῆς
ἀναμισθωσάτωσαν αὐτά· ἡ δὲ πρᾶξις ἔσται τοῦ φόρου ἑκάστου ἔτους τοῖς γινομένοις τα<μ>ίαις τῆς
φυλῆς πράσσουσι κατὰ τὸν πωλητικὸν νόμον παρὰ τοῦ ἔχοντος αὐτά· δεδόχθαι· ποιήσασθαι τοὺς
ταμίας τὴν μίσθωσιν ἐπὶ τῶν δικαστῶν καὶ τοῦ νομοφύλακος κατὰ συγγραφήν· καὶ ὑπαρχέτω ὁ φό-
15 ρος τῶι θεῶι ἐν προσόδωι· ὑπογραψάτωσαν δὲ ἐν τῶι τῆς μισθώσεως χρηματισμῶι τόδε τὸ ψήφισ-
μα· ἀναγραψάτωσαν δὲ ἐν τῶι ἱερῶι τοῦ Διὸς Ὀτωρκονδέων τόν τε τῆς ὠνῆς καὶ τῆς ἐμβάσεως
καὶ τῆς μισθώσεως χρηματισμόν· τὸ δὲ ἐσόμενον εἰς ταῦτα ἀνάλωμα δοθήτω ἐκ τῶν κοινῶν
προσόδων.
Search Help