Decree of phyle of Otorkondeis concerning purchase of land from Thraseas; II2/I1; found at Mylasa: LW 393 (part); Mous. II 1, 1875-1876, 50-51, no. 170.B; Hauvette-Besnault & Dubois, BCH 5, 1881, 107-119, no. 11.A; Dareste & Haussoullier & Reinach, Rec. inscr. jur. gr. no. 13quater (non vidi); Cousin & Diehl, BCH 22, 1888, 29-31; BE 1900:132; BE 1970:557; *IMylasa 207 (PH, part).  
[ ] IMyl 207
1 ἐπὶ στεφανηφόρου Φαίδρου [τοῦ] Ἀριστέου ἱερέως Ἀφροδίτης Εὐπ[λοίας, μηνὸς —]
ἔδοξεν τῆι Ὀτωρκονδέων φυλῆι, γνώμην ἀποφηναμένων τῶν [ταμιῶν τῆς φυλῆς —]
Ταρκονδαρέως, Λεωνίδου τοῦ Διονυσίου Μαυννίτου· περὶ ὧν ἐπ[ελθόντες οἱ αἱρεθέντες κτηματῶναι]
Φαῖδρος Ἀριστέου ἱερεὺς Ἀφροδίτης Εὐπλοίας, Μένιππος Εἰρην[αίου κατὰ δὲ υἱοθεσίαν — τοῦ Ἰατρο]-
5 κλείους Ταρκονδαρεῖς, Εὐθύδημος Θεοξένου ἱερεὺς Διὸς Ἐλευθε[ρίου —]
Μαυννῖται, διελέγησαν εὑρίσκειν πωλουμένας ὑπὸ Θρασέου τοῦ [Πολίτου τοῦ Μέλανος Γράβου κατὰ δὲ υἱοθε]-
σίαν Ἡρακλείτου τοῦ Ἡρακλείδου Ὀγονδέως γέας ἐν τῶι Ὀμβιανῶι [πεδίωι ἐν Λευκῇ Κώμῃ τὰς ὀνομαζομέ]-
[ν]ας ἐν Ὀρθονδουωκοις σὺν τοῖς ἐνοῦσιν ἀμπέλων ὄρχοις ἑξήκο[ντα δυσὶν καὶ δένδρεσιν ἐλαΐνοις τρισὶν καὶ]
τοῖς ἄλλοις δένδρεσι πᾶσι, οὐθὲν ὑπολειπομένου ἑαυτῶι Θρα[σέου τοῦ Πολίτου τοῦ Μέλανος Γράβου, καὶ ἄλλας γέας]
10 τήν τε καλουμένην Ἀρμοκοδωκα καὶ τὴν ἐχομένην ταύτης ἕ[ως τε τῆς Τροβαλισσικῆς ὁδοῦ καὶ ὡς τὰ ὅρια πέπηγεν]
σὺν τοῖς ἐνοῦσιν δένδρεσιν ἐλαΐνοις πᾶσιν, οὐθὲν ὑπολειπομ[ένου ἑαυτῶι Θρασέου τοῦ Πολίτου τοῦ Μέλανος Γράβου,]
τιμῆς τὰ πάντα ἀργυρίου Ῥοδίου λεπτοῦ δραχμῶν πεντακισχιλίων, [ἐφ’ ᾧ καταγράψει τούτων τὴν ὠνὴν βε]-
βαιωτὰς διδούς· ἐπελθὼν δὲ καὶ ὁ Θρασέας ἐπὶ τὴν ἐκλησίαν [ἔφη ἕτοιμος εἶναι διοικεῖν ταῦτα· γενομέ]-
νης δὲ τῆς ὠνῆς τῶν προγεγραμμένων τοῖς κτηματώναις εἰς [τὸ τοῦ θεοῦ ὄνομα, μισθώσεται τὰ προγε]-
15 γραμμένα πάντα αὐτὸς Θρασέας παρὰ τῶν ταμιῶν τῆς [φυλῆς κατὰ χρηματισμὸν ἐν τῷ αὐτῷ χρόνῳ,]
καὶ ἕξει αὐτὰ εἰς πατρικὰ αὐτὸς καὶ οἱ ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ [κληρονομία τῶν ὑπαρχόντων καθήκῃ, καὶ τε]-
λέσει ἑκάστου ἔτους φόρον τοῖς τῆς φυλῆς ταμίαις ἐμ μη[νὶ Περιτίῳ ἄνεικον ἀνυπόλογον ἀργυρίου]
Ῥοδίου λεπτοῦ δραχμὰς ἑκατὸν [ἐνενήκοντα —]
Search Help
Contact Us