Fragment of honorary decree of phyle (no name); II/I; said to have been found at Karyanda, therefore presumably found at Gündoğan in territory of Myndos, perhaps from Mylasa: LW 499; Froehner, ILouvre no. 45; SEG 4, 202; *IMylasa I pp. 269-270, App. no. 1.  
[ ] IMyl I pp. 269-70, App. no. 1
0 [— ἔ]-
λαιον οὐ πρὸς τὸ δοθὲν αὐτῶ[ι διάφορον διανέμων, ἀλλὰ ἄφθονον ἐκ τῶν ἰδίων]
ἀναλίσκων χάριν τῆς τῶν πολλῶν εὐφημίας· αἱρεθεὶς δὲ καὶ σύ[νδικος ἐν ταύτῃ τῇ λει]-
τουργίαι ἐκτενῆ καὶ φιλότιμον ἑαυτὸν παρέσχετο, συλλύσα[ς πολλῶν τὰς δίκας γενομέ]-
νων καὶ ὑπαρχόντων ἐν ἀντιδικίαι καὶ εἰς εἰρήνην καὶ τὴν Ε[— προσήγαγεν·]
5 μετὰ δὲ ταῦτα γενόμενος ἀπὸ τῆς φυλῆς ταυραφέτης οὐ μό[νον τὴν τοῦ θεοῦ ἑορτὴν με]-
γαλομερῶς καὶ φιλαγάθως συνετέλεσεν, ἀλλὰ καὶ πρὸς τοῖς [ἐκ τῶν τῆς φυλῆς μέλλου]-
σιν ἀφεθῆναι ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐκ τῆς ἰδίας οὐσίας ἀφῆκεν τ[αύρους· —]
πρὸς δὲ τούτοις παντελῶς βουλόμενος φιλαγαθεῖν ἀφῆκεν [ταῦρον κάλλιστον εἰς]
κυνήγιον, τά τε κρέατα ἀπὸ τοῦ ἐρεθιζομένου ταύρου διένειμεν τ[οῖς φυλέταις, δεδομέ]-
10 νων γέρων τῶι ἀπὸ τῆς φυλῆς ἱερεῖ· δίκην τε φυγὼν ὑπὲρ τῆς [φυλῆς, καὶ πολλῶν ἀνηλωμέ]-
νων εἰς τὴν ἀντιδικίαν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ ἐξηγ[γείλατο πάντα ἀποδοῦναι, καὶ]
ἐν τούτοις πάντας ὠφέλησεν, ἐν ἑτέροις τε πράγμασιν ε[ὐδοκίμησεν· ἑλόντος δὲ τοῦ δή]-
μου ἔγδικον πάλιν, καὶ ἐν ἐκήνοις τοῖς ἀγῶσιν πᾶσιν εἰσήνεγ[κε προθύμως καὶ τοὺς]
ἀγῶνας καὶ τὸ βουληθὲν ὑπὸ τοῦ δήμου συγκατεσκεύασεν [λαμπρῶς, δι’ ὃ καὶ συμφέροντα]
15 ἐγενήθη οὐκ ὀλίγα· χειροτονηθεὶς δὲ ὑπὸ τοῦ δήμου καὶ χ[ειροκρίτης σεμνῶς καὶ δι]-
καίως ἀνεστράφη οὔτε ἐκχθρὸν βλάπτων οὔτε φίλον ΠΑΡΑΤ[—]
Search Help
Contact Us