Fragment of honorary decree of phyle (no name); II/I; said
to have been found at Karyanda, therefore presumably found at
Gündoğan in territory of Myndos, perhaps from Mylasa: LW 499;
Froehner, ILouvre no. 45; SEG 4, 202; *IMylasa I pp. 269-270,
App. no. 1.
[ ]
IMyl I pp. 269-70, App. no. 1
0 | [— ἔ]- |
λαιον οὐ πρὸς τὸ δοθὲν αὐτῶ[ι διάφορον διανέμων, ἀλλὰ ἄφθονον ἐκ τῶν ἰδίων] | |
ἀναλίσκων χάριν τῆς τῶν πολλῶν εὐφημίας· αἱρεθεὶς δὲ καὶ σύ[νδικος ἐν ταύτῃ τῇ λει]- | |
τουργίαι ἐκτενῆ καὶ φιλότιμον ἑαυτὸν παρέσχετο, συλλύσα[ς πολλῶν τὰς δίκας γενομέ]- | |
νων καὶ ὑπαρχόντων ἐν ἀντιδικίαι καὶ εἰς εἰρήνην καὶ τὴν Ε[— προσήγαγεν·] | |
5 | μετὰ δὲ ταῦτα γενόμενος ἀπὸ τῆς φυλῆς ταυραφέτης οὐ μό[νον τὴν τοῦ θεοῦ ἑορτὴν με]- |
γαλομερῶς καὶ φιλαγάθως συνετέλεσεν, ἀλλὰ καὶ πρὸς τοῖς [ἐκ τῶν τῆς φυλῆς μέλλου]- | |
σιν ἀφεθῆναι ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐκ τῆς ἰδίας οὐσίας ἀφῆκεν τ[αύρους· —] | |
πρὸς δὲ τούτοις παντελῶς βουλόμενος φιλαγαθεῖν ἀφῆκεν [ταῦρον κάλλιστον εἰς] | |
κυνήγιον, τά τε κρέατα ἀπὸ τοῦ ἐρεθιζομένου ταύρου διένειμεν τ[οῖς φυλέταις, δεδομέ]- | |
10 | νων γέρων τῶι ἀπὸ τῆς φυλῆς ἱερεῖ· δίκην τε φυγὼν ὑπὲρ τῆς [φυλῆς, καὶ πολλῶν ἀνηλωμέ]- |
νων εἰς τὴν ἀντιδικίαν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ ἐξηγ[γείλατο πάντα ἀποδοῦναι, καὶ] | |
ἐν τούτοις πάντας ὠφέλησεν, ἐν ἑτέροις τε πράγμασιν ε[ὐδοκίμησεν· ἑλόντος δὲ τοῦ δή]- | |
μου ἔγδικον πάλιν, καὶ ἐν ἐκήνοις τοῖς ἀγῶσιν πᾶσιν εἰσήνεγ[κε προθύμως καὶ τοὺς] | |
ἀγῶνας καὶ τὸ βουληθὲν ὑπὸ τοῦ δήμου συγκατεσκεύασεν [λαμπρῶς, δι’ ὃ καὶ συμφέροντα] | |
15 | ἐγενήθη οὐκ ὀλίγα· χειροτονηθεὶς δὲ ὑπὸ τοῦ δήμου καὶ χ[ειροκρίτης σεμνῶς καὶ δι]- |
καίως ἀνεστράφη οὔτε ἐκχθρὸν βλάπτων οὔτε φίλον ΠΑΡΑΤ[—] |