End of honorary decree of (no name) for [dikastes Theodoros
Theodorou]; IIe/Ib; found at Mylasa: Laumonier, BCH 58,
1934, 307-318, no. 5.B (right column), ll. 1-9; BE 1936:384;
*IMylasa 633.
[ ]
IMyl 633
0 | [— ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν ἐξάγοντι] |
[καὶ εἰσάγοντι καὶ κατὰ γῆν καὶ κα]τὰ θάλασσαν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολ[έ]- | |
[μωι] καὶ ἐν [εἰρήνηι] κα[ὶ ἔφοδον ἐ]πὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτῳ μετὰ τὰ ἱερά, | |
καὶ προεδρ[ίαν] ἐν τῶ[ι θεάτρωι·] εἶναι δὲ καὶ τὸν γραμματέα πολίτην αὐτόν τε | |
καὶ ἐκγ[όνους·] ὅπως δὲ καὶ τὸ ψήφισμα ἀναγραφῇ εἰς στήλην καὶ τεθῇ εἰς τὸ | |
5 | ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι τοὺς [ἐξε]ταστάς, καὶ τὸ ἀνάλωμα δοῦ- |
ναι τὸν [ἐπὶ τῆ]ς διοικήσ[εω]ς· παρακαλείτω δὲ ὁ πρεσβευτὴς ἀναγράψαι Μυ- | |
λασεῖς [παρ’ αὐτοῖς τὸ ἀντίγραφο]ν τοῦ ψηφίσματος εἰς [στήλην] λιθίνην καὶ ἀ- | |
νθεῖναι ἐν τῶι ἐπι[φανεστά]τωι τόπωι τῆς πόλεως· τὸ δὲ ψήφισμα τό- | |
δε εἶναι πᾶν [εἰς] φυλα[κὴν τῆς πόλεως· ἡιρέθη] πρεσβευτὴς [Ζ]ωΐλος Βακχίου. |