End of honorary decree of (no name) for [dikastes Theodoros Theodorou]; IIe/Ib; found at Mylasa: Laumonier, BCH 58, 1934, 307-318, no. 5.B (right column), ll. 1-9; BE 1936:384; *IMylasa 633.  
[ ] IMyl 633
0 [— ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν ἐξάγοντι]
[καὶ εἰσάγοντι καὶ κατὰ γῆν καὶ κα]τὰ θάλασσαν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολ[έ]-
[μωι] καὶ ἐν [εἰρήνηι] κα[ὶ ἔφοδον ἐ]πὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτῳ μετὰ τὰ ἱερά,
καὶ προεδρ[ίαν] ἐν τῶ[ι θεάτρωι·] εἶναι δὲ καὶ τὸν γραμματέα πολίτην αὐτόν τε
καὶ ἐκγ[όνους·] ὅπως δὲ καὶ τὸ ψήφισμα ἀναγραφῇ εἰς στήλην καὶ τεθῇ εἰς τὸ
5 ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι τοὺς [ἐξε]ταστάς, καὶ τὸ ἀνάλωμα δοῦ-
ναι τὸν [ἐπὶ τῆ]ς διοικήσ[εω]ς· παρακαλείτω δὲ ὁ πρεσβευτὴς ἀναγράψαι Μυ-
λασεῖς [παρ’ αὐτοῖς τὸ ἀντίγραφο]ν τοῦ ψηφίσματος εἰς [στήλην] λιθίνην καὶ ἀ-
νθεῖναι ἐν τῶι ἐπι[φανεστά]τωι τόπωι τῆς πόλεως· τὸ δὲ ψήφισμα τό-
δε εἶναι πᾶν [εἰς] φυλα[κὴν τῆς πόλεως· ἡιρέθη] πρεσβευτὴς [Ζ]ωΐλος Βακχίου.
Search Help
Contact Us