Honorary decree [of boule and demos] of (no name) for
dikastes [Theodoros Theodorou] of Mylasa, on orthostat;
IIe/Ib; found at Mylasa: Laumonier, BCH 58, 1934, 307-318,
no. 5.A (left column); BE 1936:384; Vidman, Sylloge no. 276;
*IMylasa 632.
[ ]
IMyl 632
| 1 | [ἐπὶ στεφανηφόρου? —]ς ἱερέως Ἀπόλλ[ω]- |
| [νος· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρ]ατηγῶν· ἐπειδὴ ὁ δῆ- | |
| [μος — ἀποστ]αλῆναι καὶ τὰς δοθείσας | |
| [— πρότερο]ν παρ’ ἡμεῖν ἐπὶ Πύλω- | |
| 5 | [νος, καὶ νῦν — ἀποστεῖλαι ψή]φισμα καὶ ἑλέσθαι πρεσ- |
| [βευτὴν πρὸς Μυλασέας — κεχειροτο]νηκότος τε τοῦ δήμου | |
| [πρεσβευτὴν — ὃς μεταπέ]μψεται δικαστὴν καὶ | |
| [γραμματέα παρὰ Μυλασέων —]τ̣η̣ν̣, ὁ δῆμος ὁ Μυ- | |
| [λασέων, συγγενὴς ὢν καὶ φίλος τῶι ἡμετέρωι δήμωι,] ἀπέστειλεν δικαστὴν | |
| 10 | [ἄνδρα καλὸν Θεόδωρον Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσι]οδώρου, ἱερέα Ἴσιδος, |
| [ὃς καὶ παραγενόμενος εἰς ἡμᾶς, τὰς μὲν εἰς αὐτὸν δ]οθείσας δίκας καλῶς | |
| [καὶ δικαίως κατὰ τοὺς νόμους διέκρινεν, τὰς δὲ κ]αὶ συνέλυσεν, τὴν πᾶ- | |
| [σαν πρὸς ἡμᾶς προθυμίαν ἀποδειξάμενος καὶ δικ]αιοσύνην καθότι προσ- | |
| [ήκει ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ δικαίωι παρὰ δήμο]υ συγγενοῦς καὶ φίλου, | |
| 15 | [— ὑπὸ τῆς πόλεως ἢ καὶ ὑ]πὸ τῶν ἰδίων πολιτῶν, |
| [καὶ ὁ γραμματεὺς δὲ ὁ συναποσταλεὶς αὐτῶι Διονύσι]ος Μέλανος παρείσχη- | |
| [ται πᾶσαν τὴν καθ’ ἑαυτὸν χρείαν καλῶς καὶ φιλο]πόνως καὶ μετὰ πάσης | |
| [σπουδῆς· ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι] μὲν τὸν δῆμον τὸν Μυ- | |
| [λασέων ἀρετῆς ἕνεκεν καὶ στεφανῶσαι αὐτὸν το]ῖς πρώτοις Παναθηναί- | |
| 20 | [οις χρυσῶι στεφάνωι, ἀναγγέλλοντος τοῦ κήρυκος ὅτι ὁ] δῆμος στεφανοῖ τὸν |
| [δῆμον τὸν Μυλασέων ἐπὶ τῶι ἀποστεῖλαι δικασ]τὴν καὶ γραμματέα ἄν- | |
| [δρας καλοὺς καὶ ἀγαθούς· ἐπαινέσαι δὲ καὶ τ]ὸν δικαστὴν καὶ στεφα- | |
| [νῶσαι αὐτὸν τοῖς πρώτοις Παναθηναίοις χρυσῶι] στεφάνωι, ἀναγγέλλον- | |
| [τος τοῦ κήρυκος ὅτι ὁ δῆμος στεφανοῖ δικαστὴν ἐ]γ Μυλάσων Θεόδωρον | |
| 25 | [Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσιοδώρου, ἱερέα Ἴσ]ιδος, καλῶς καὶ δικαίως |
| [τὰς δίκας δικάσαντα· ἐπαινέσαι δὲ καὶ τὸν γρα]μματέα Διονύσιον Μέ- | |
| [λανος, καὶ στεφανῶσαι αὐτὸν τὴν παρεπιδημί]αν καλῶς καὶ | |
| φιλοπόνως | |
| [ποιησάμενον· τῆς δὲ ἀναγγελίας τῶν στεφά]νων ἐπιμεληθῆναι τὸν ἀ- | |
| [γωνοθέτην τῶν Παναθηναίων τὸν πρῶτον μ]ετὰ Μένανδρον Πύλω- | |
| 30 | [νος· ἀποδεῖξαι δὲ καὶ πρεσβευτὴν ὃς παραγενόμ]ενος εἰς Μύλασα τὸ ψή- |
| [φισμα ἀποδώσει καὶ παρακαλέσει τὸν δῆμον τὸν Μυλασέων —] |