Honorary decree by boule and demos for Mos[chio]n
Aristeidou; IIe/Ib; found at Mylasa: LW 394; Froehner,
ILouvre no. 56; Michel 472; Robert, BCH 102, 1978, 515-517 (PH);
SEG 28, 847; BE 1979:451; *IMylasa 102 (PH).
[ ]
IMyl 102
1 | [ἐπὶ στ]εφανηφόρου Ἑκαταίου [τ]οῦ Ἑκαταίο[υ τοῦ] Μ̣ενεξένου· |
[γραμμ]ατεύοντος βουλῆι Κόρριδος τοῦ Ἑκα[τόμν]ω ἱερέως Διὸς Λα- | |
[βραύν]δου, καὶ ἀρχόντων Ἑκατόμνω τοῦ Ἀριστέου τοῦ Ἀλεξάνδρου, | |
[Λέον]τος τοῦ Ἀριστέου τοῦ Λέοντος τοῦ Ἀριστέου, Διογένου τοῦ | |
5 | [Ξεν]ο̣μένου· Ξανδικοῦ πεντεκαιδεκάτηι· ἐπιστατοῦντος ἄρχο[ν]- |
[τος] Διογένου τοῦ Ξενομένου· ἔδοξεν τῇ βουλῇ καὶ τῶι δήμωι· γν[ώ]- | |
[μη] ἀρχόντων Ἑκατόμνω, Λέοντος, Διογένου· περὶ ὧν εἰσεγράψατο | |
[Ἑκα]ταῖος Μέλανος τοῦ Ὑψικλείους Κορμοσκωνεύς· ἐπειδὴ Μοσ- | |
[χίω]ν Ἀριστείδου ἱερεὺς Διὸς Κρηταγενοῦς καὶ Κουρήτων, ἐξ ἀρ- | |
10 | [χῆ]ς εἱρημένος τὰ βέλτιστα ἐπιτηδεύειν καὶ προτεθειμένος ἀπὸ |
τῆς πρώτης ἡλικίας ἰδίαι μὲν ἑκάστωι τῶν πολιτῶν εὔχρηστος γ[ί]- | |
νεσθαι, κατὰ κοινὴν δὲ τῶι σύμπαντι δήμωι τὰ συμφέροντα συνκα- | |
τασκευάζειν, ἐν ἀρχείοις τε γενόμενος διεξαγείωχεν πάντα μι- | |
σοπονήρως καὶ ἀξίως τοῦ σύμπαντος δήμου· Εὐρωμέων τε συμ- | |
15 | πολιτευομένων τῶι δήμωι, τῶν τε ἱερῶν κατασκευασμάτων ἔτ[ι] |
δὲ καὶ τῶν ἰδίων ἑκάστου ὑπαρχόντων κατεχομένων ἐν Ἡρακλεία[ι,] | |
ἐξαποσταλεὶς πρὸς Ἡρακλεώτας κατῳκονομήσατο τὰ συμφέροντα | |
τῆι πόλει· Λεοντέως τε τῶν πολιτῶν καταστάντος ἐπὶ τὴν βουλὴ[ν] | |
καὶ τοὺς ἄρχοντας περὶ τῶν συντετελεσμένων εἰς αὐτὸν ἀδικημά- | |
20 | των, ἔτι δὲ καὶ ὑπὲρ τῶν ἀπαχθέντων αὐτοῦ ὑπὸ τῶν ἐξ Ἡρακλείας, ἐ- |
ξαποσταλεὶς εἰς τὴν τῶν Ἡρακλεωτῶν πόλιν καὶ πᾶσαν κακοπάθιαν | |
εἰσενεγκάμενος προενοίησεν εἰς τὸ τῶι πλημμεληθέντι ἀποκατασ̣[τα]- | |
θῆναι πάντα τὰ αὐτοῦ· Φιλίππου τε τοῦ Διοφάντου ἐπελθόντος [ἐπὶ] | |
τὴν βουλὴν καὶ τὴν ἐκλησίαν, δηλώσαντός τε διότι σῶμα αὐτο[ῦ] | |
25 | ἐψυχαγωγημένον ἦκται εἰς Μύνδον, αἱρεθεὶς πρεσβευτὴς πρὸς Μυν- |
δίους καὶ ἐγδημήσας ἐφιλοτιμήθη εἰς τὸ τυχεῖν τὸν Φίλιππον τῶ[ν] | |
[δικαίων —] |