Honorary decree by boule and demos for Mos[chio]n Aristeidou; IIe/Ib; found at Mylasa: LW 394; Froehner, ILouvre no. 56; Michel 472; Robert, BCH 102, 1978, 515-517 (PH); SEG 28, 847; BE 1979:451; *IMylasa 102 (PH).  
[ ] IMyl 102
1 [ἐπὶ στ]εφανηφόρου Ἑκαταίου [τ]οῦ Ἑκαταίο[υ τοῦ] Μ̣ενεξένου·
[γραμμ]ατεύοντος βουλῆι Κόρριδος τοῦ Ἑκα[τόμν]ω ἱερέως Διὸς Λα-
[βραύν]δου, καὶ ἀρχόντων Ἑκατόμνω τοῦ Ἀριστέου τοῦ Ἀλεξάνδρου,
[Λέον]τος τοῦ Ἀριστέου τοῦ Λέοντος τοῦ Ἀριστέου, Διογένου τοῦ
5 [Ξεν]ο̣μένου· Ξανδικοῦ πεντεκαιδεκάτηι· ἐπιστατοῦντος ἄρχο[ν]-
[τος] Διογένου τοῦ Ξενομένου· ἔδοξεν τῇ βουλῇ καὶ τῶι δήμωι· γν[ώ]-
[μη] ἀρχόντων Ἑκατόμνω, Λέοντος, Διογένου· περὶ ὧν εἰσεγράψατο
[Ἑκα]ταῖος Μέλανος τοῦ Ὑψικλείους Κορμοσκωνεύς· ἐπειδὴ Μοσ-
[χίω]ν Ἀριστείδου ἱερεὺς Διὸς Κρηταγενοῦς καὶ Κουρήτων, ἐξ ἀρ-
10 [χῆ]ς εἱρημένος τὰ βέλτιστα ἐπιτηδεύειν καὶ προτεθειμένος ἀπὸ
τῆς πρώτης ἡλικίας ἰδίαι μὲν ἑκάστωι τῶν πολιτῶν εὔχρηστος γ[ί]-
νεσθαι, κατὰ κοινὴν δὲ τῶι σύμπαντι δήμωι τὰ συμφέροντα συνκα-
τασκευάζειν, ἐν ἀρχείοις τε γενόμενος διεξαγείωχεν πάντα μι-
σοπονήρως καὶ ἀξίως τοῦ σύμπαντος δήμου· Εὐρωμέων τε συμ-
15 πολιτευομένων τῶι δήμωι, τῶν τε ἱερῶν κατασκευασμάτων ἔτ[ι]
DE\ KAI\ TW=N I)DI/WN E(KA/STOU U(PARXO/NTWN KATEXOME/NWN E)N *(HRAKLEI/A[I,]
ἐξαποσταλεὶς πρὸς Ἡρακλεώτας κατῳκονομήσατο τὰ συμφέροντα
τῆι πόλει· Λεοντέως τε τῶν πολιτῶν καταστάντος ἐπὶ τὴν βουλὴ[ν]
καὶ τοὺς ἄρχοντας περὶ τῶν συντετελεσμένων εἰς αὐτὸν ἀδικημά-
20 TWN, E)/TI DE\ KAI\ U(PE\R TW=N A)PAXQE/NTWN AU)TOU= U(PO\ TW=N E)C *(HRAKLEI/AS, E)-
ξαποσταλεὶς εἰς τὴν τῶν Ἡρακλεωτῶν πόλιν καὶ πᾶσαν κακοπάθιαν
εἰσενεγκάμενος προενοίησεν εἰς τὸ τῶι πλημμεληθέντι ἀποκατασ̣[τα]-
θῆναι πάντα τὰ αὐτοῦ· Φιλίππου τε τοῦ Διοφάντου ἐπελθόντος [ἐπὶ]
τὴν βουλὴν καὶ τὴν ἐκλησίαν, δηλώσαντός τε διότι σῶμα αὐτο[ῦ]
25 ἐψυχαγωγημένον ἦκται εἰς Μύνδον, αἱρεθεὶς πρεσβευτὴς πρὸς Μυν-
δίους καὶ ἐγδημήσας ἐφιλοτιμήθη εἰς τὸ τυχεῖν τὸν Φίλιππον τῶ[ν]
[δικαίων —]
Search Help
Contact Us