Honorary decree of phyle of Otorkondeis for Limnaios
Ouliadou, on marble block; IIe; found at Mylasa: LW 408;
Froehner, ILouvre no. 98; Michel 473; BE 1939:367; *IMylasa 110
(PH).
[ ]
IMyl 110
1 | [ἐπὶ στεφανηφόρ]ου Ἀντιπάτρου τοῦ Ἀπολλωνίου, μηνὸς Ξανδικοῦ ὀγδόῃ ἐπὶ δέκα, ταῖς |
[ἀρχαιρεσίαις· ἔ]δοξεν τῇ Ὀτωρκονδέων φυλῇ· γνώμην ἀποφηναμένου Ἀπελλείους τοῦ | |
[— τ]οῦ Βωλίχου Ταρκονδαρέως· ἐπειδὴ Λιμναῖος Οὐλιάδου κατὰ δὲ υἱοθε- | |
[σίαν Μενάνδρ]ου καὶ Δράκοντος Ταρκονδαρεὺς ἀπὸ τῆς ἀρχῆς ζηλωτὴς ὢν τῶν ἀ- | |
5 | [ρίστων, καὶ ἀκό]λουθα βουλόμενος πράσσειν τῇ τῶν προγόνων καλοκἀγαθίαι, πρό- |
[τερον μὲν στρα]τηγὸς γενόμενος ἦρξεν τὴν ἀρχὴν καλῶς καὶ ἀξίως οὐ μόνον τῆς̣ | |
[φυλῆς ἀλλὰ καὶ] τοῦ σύμπαντος δήμου, ἀνερίθευτος καὶ ἀδωροδόκητος γενόμενος· | |
[— χορηγὸς δὲ] χειροτονηθεὶς πᾶσαν τὴν καθ’ αὑτὸν ἐκτένειαν καὶ χορηγίαν καὶ δ[α]- | |
[πάνην —]ΙΩΝ εἰσφερόμενος εἰς τὰ κοινά, τῆς τε φυλῆς κατασκευαζούσης ἐν | |
10 | [τῇ ἀγορᾷ στο]άν, καὶ αὐτὸς ἐπαγγελίαν ποιησάμενος ἐκ τῶν ἰδίων ἔδωκεν εἰς τὴν κ̣[α]- |
[τασκευὴν τῆς] στοᾶς· ὅπως οὖν καὶ Ὀτωρκονδεῖς φαίνωνται τοῖς καλοῖς καὶ ἀγαθοῖς̣ | |
[ἀνδράσιν τοῖς π]ροαιρουμένοις φιλοδοξεῖν τὴν καταξίαν χάριτα καὶ τιμὴν ἀ̣πονέμον- | |
[τες· ἀγαθῇ τύ]χ̣ῃ̣· ἐπῃνῆσθαι Λιμναῖον καὶ στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι | |
[καὶ εἰκόνι γραπ]τῇ ἀρετῆς καὶ φιλοδοξίας ἕνεκεν· ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐν τῶι ἱε- | |
15 | [ρῶι τοῦ Διὸς τοῦ] Ὀσογω καὶ ἐπιγραφὴν ποιήσασθαι τήνδε· ἡ φυλὴ ἡ Ὀτωρκονδέων ἐτίμησεν |
[Λιμναῖον Οὐλιάδ]ου κατὰ δὲ υἱοθεσίαν Μενάνδρου καὶ Δράκοντος χρυσέωι στεφάνῳ κ[αὶ] | |
[εἰκόνι γραπτῇ· ἀν]αγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τοῦ τοίχο[υ] τοῦ περιβόλου τοῦ τεμένου[ς] |