Honorary decree of phyle of Otorkonde[is] for Iatr[okles Dem]etriou, on marble; c. 76 BC; found at Mylasa: LW 409; Froehner, ILouvre no. 103; Wilhelm, AAWW 1901, 138 (non vidi); Laum II no. 129c; *IMylasa 109 (PH) + II p. 1.  
[ ] IMyl 109 + II p. 1
0 [Ἰα]τ[ρ]ο-
a κλείους
τοῦ Δημη-
τρίου·
1 ἐπὶ στεφανηφόρου Οὐλιάδου τοῦ Σιβιλω κατὰ δὲ υἱοθεσίαν Εὐθυδή[μου τοῦ Θεοξένου?, μηνὸς]
Ξανδικοῦ ὀγδόῃ ἐπὶ δέκα, ταῖς ἀρχαιρεσίαις· ἔδοξεν τῆι Ὀτωρκονδέ[ων φυλῆι· γν]ώμη[ν ἀποφηνα]-
μένων τῶν ταμιῶν τῆς φυλῆς Εἰρηναίου τοῦ Ζήνωνος Ταρκονδα[ρέως, —ο]υ τοῦ [—]
κατὰ δὲ υἱοθεσίαν Λέοντος τοῦ Ποσειδωνίου Μαυννίτου· ἐπειδὴ Ἰατρ[οκλῆς Δημ]ητρίου Τα[ρκον]-
5 δαρεὺς ἀπὸ τῆς πρώτης ἡλικίας τῶν καλλίστων ζηλωτὴς γενόμ[ενος καὶ κ]ατ’ ἰδίαν ἐ[νίοις]
τῶν πολιτῶν καὶ κατὰ κοινὸν τῶι σύμπαντι δήμωι χρήσιμον ἑαυτὸν παρέσχηται, ὑπολα[βὼν]
μὲν τοὺς οἰκείους καὶ κηδεμονικῶς αὐτῶν προϊστάμενος, ἐρανίζων δὲ πολλοὺς καὶ τῶ̣[ν ἄλ]-
λων πολιτῶν καὶ παριεὶς ἀπὸ τῶν συναλλαγμάτων, ἀναδιδούς τε τὰ γεινόμενα κατόχ[ιμα]
καὶ ἀποδιδοὺς πίστεις καὶ μείζονας πολλοῖς, λυσιτελεστέραν ἡγούμενος τὴν δικαιοσύ[νην]
10 τῆς ἀδικίας, ἔτι δὲ φιλανθρωπῶν ἱκ̣ανοὺς τῶ̣ν προσδεομένων ξένων, τινὰς δὲ καὶ πόλεις ε[ὐεργε]-
τῶν ἐν οἷς ἔσχον χρείαν τοῦ δήμου διατετέλεκεν, καθότι διὰ τῶν ἐνγράπτων αὐτῶι μαρτυ[ρεῖται,]
πρὸς δὲ τούτοις ἐν τῶι σύμπαντι δήμωι πολλὰς ἐπιδόσεις πεποίηται κατὰ τὰς ἐπειγούσα[ς τὴν]
πόλιν χρείας, ὁτὲ μὲν ἐλαίου, ὁτὲ δὲ εἰς ὑπόληψιν τῆς σιτικῆς οἰκονομίας, τοῖς κατοικοῦσι [τὴν πό]-
λιν εὐδαιμονίαν κατὰ τὴν ἀγορὰν παρα[σκ]ευάζων· πρεσβευτής τε αἱρεθεὶς καὶ αὐτὸ[ς πρὸς]
15 Μᾶρκον Ἰούνιον Δ<ε>κόμου υἱὸν Σιλανόν, στρατηγόν, πάτρωνα τῆς πόλεως, διαβαίνοντα ε[ἰς τὴν]
Ἀσίαν, ἐξῆλθεν καὶ ἔπεισεν ἐλθεῖν εἰς τὴν πόλιν ἡμῶν τὸν ἄνδρα καὶ ἐποίησεν εὐεργε[τικώ]-
τερον διατεθῆναι πρὸς τὸν σύμπαντα δῆμον, αὐτόπτην γενόμενον τῆς σπουδῆς τῶν [πολι]-
τῶν τῆς εἰς αὐτόν τε καὶ τὸν Ῥωμαίων δῆμον, τό τε ἐφόδιον ἀπ̣έδωκεν ὃ ἔλαβεν εἰς τὴν π[ρεσ]-
βείαν· χειροτονηθεὶς δὲ καὶ βουλῆς γραμματεὺς ἀνεστράφη ἐπιεικῶς καὶ δικαίως οὐ μό[νον]
20 πρὸς τοὺς πολίτας ἀλλὰ καὶ ξένους τῆς ἀρίστης ἀεί ποτε γνώμης προϊστάμενος, τό τε διδ[όμε]-
νον διάφορον ὑπὸ τοῦ δήμου εἰς τὴν ἀναγραφὴν τῶν δημοσίων γραμμάτων οὐκ ἔλαβεν ἀ̣[λλὰ]
καὶ τοῦτο ἀνέδωκεν τῶι δήμωι, τὸν ἔπαινον μᾶλλον διὰ παντὸς ἢ χρῆμα κτᾶσθαι βουλόμεν[ος·]
χορηγός τε αἱρεθεὶς καὶ αὐτὸς εἰς τοὺς ἀγῶνας τοὺς ἀπολελειμμένους ὑπὸ Διοκλείου[ς.]
Search Help
Contact Us