Honorary decree of phyle of Otorkonde[is] for Iatr[okles
Dem]etriou, on marble; c. 76 BC; found at Mylasa: LW 409;
Froehner, ILouvre no. 103; Wilhelm, AAWW 1901, 138 (non vidi);
Laum II no. 129c; *IMylasa 109 (PH) + II p. 1.
[ ]
IMyl 109 + II p. 1
| 0 | [Ἰα]τ[ρ]ο- |
| a | κλείους |
| τοῦ Δημη- | |
| τρίου· | |
| 1 | ἐπὶ στεφανηφόρου Οὐλιάδου τοῦ Σιβιλω κατὰ δὲ υἱοθεσίαν Εὐθυδή[μου τοῦ Θεοξένου?, μηνὸς] |
| Ξανδικοῦ ὀγδόῃ ἐπὶ δέκα, ταῖς ἀρχαιρεσίαις· ἔδοξεν τῆι Ὀτωρκονδέ[ων φυλῆι· γν]ώμη[ν ἀποφηνα]- | |
| μένων τῶν ταμιῶν τῆς φυλῆς Εἰρηναίου τοῦ Ζήνωνος Ταρκονδα[ρέως, —ο]υ τοῦ [—] | |
| κατὰ δὲ υἱοθεσίαν Λέοντος τοῦ Ποσειδωνίου Μαυννίτου· ἐπειδὴ Ἰατρ[οκλῆς Δημ]ητρίου Τα[ρκον]- | |
| 5 | δαρεὺς ἀπὸ τῆς πρώτης ἡλικίας τῶν καλλίστων ζηλωτὴς γενόμ[ενος καὶ κ]ατ’ ἰδίαν ἐ[νίοις] |
| τῶν πολιτῶν καὶ κατὰ κοινὸν τῶι σύμπαντι δήμωι χρήσιμον ἑαυτὸν παρέσχηται, ὑπολα[βὼν] | |
| μὲν τοὺς οἰκείους καὶ κηδεμονικῶς αὐτῶν προϊστάμενος, ἐρανίζων δὲ πολλοὺς καὶ τῶ̣[ν ἄλ]- | |
| λων πολιτῶν καὶ παριεὶς ἀπὸ τῶν συναλλαγμάτων, ἀναδιδούς τε τὰ γεινόμενα κατόχ[ιμα] | |
| καὶ ἀποδιδοὺς πίστεις καὶ μείζονας πολλοῖς, λυσιτελεστέραν ἡγούμενος τὴν δικαιοσύ[νην] | |
| 10 | τῆς ἀδικίας, ἔτι δὲ φιλανθρωπῶν ἱκ̣ανοὺς τῶ̣ν προσδεομένων ξένων, τινὰς δὲ καὶ πόλεις ε[ὐεργε]- |
| τῶν ἐν οἷς ἔσχον χρείαν τοῦ δήμου διατετέλεκεν, καθότι διὰ τῶν ἐνγράπτων αὐτῶι μαρτυ[ρεῖται,] | |
| πρὸς δὲ τούτοις ἐν τῶι σύμπαντι δήμωι πολλὰς ἐπιδόσεις πεποίηται κατὰ τὰς ἐπειγούσα[ς τὴν] | |
| πόλιν χρείας, ὁτὲ μὲν ἐλαίου, ὁτὲ δὲ εἰς ὑπόληψιν τῆς σιτικῆς οἰκονομίας, τοῖς κατοικοῦσι [τὴν πό]- | |
| λιν εὐδαιμονίαν κατὰ τὴν ἀγορὰν παρα[σκ]ευάζων· πρεσβευτής τε αἱρεθεὶς καὶ αὐτὸ[ς πρὸς] | |
| 15 | Μᾶρκον Ἰούνιον Δ<ε>κόμου υἱὸν Σιλανόν, στρατηγόν, πάτρωνα τῆς πόλεως, διαβαίνοντα ε[ἰς τὴν] |
| Ἀσίαν, ἐξῆλθεν καὶ ἔπεισεν ἐλθεῖν εἰς τὴν πόλιν ἡμῶν τὸν ἄνδρα καὶ ἐποίησεν εὐεργε[τικώ]- | |
| τερον διατεθῆναι πρὸς τὸν σύμπαντα δῆμον, αὐτόπτην γενόμενον τῆς σπουδῆς τῶν [πολι]- | |
| τῶν τῆς εἰς αὐτόν τε καὶ τὸν Ῥωμαίων δῆμον, τό τε ἐφόδιον ἀπ̣έδωκεν ὃ ἔλαβεν εἰς τὴν π[ρεσ]- | |
| βείαν· χειροτονηθεὶς δὲ καὶ βουλῆς γραμματεὺς ἀνεστράφη ἐπιεικῶς καὶ δικαίως οὐ μό[νον] | |
| 20 | πρὸς τοὺς πολίτας ἀλλὰ καὶ ξένους τῆς ἀρίστης ἀεί ποτε γνώμης προϊστάμενος, τό τε διδ[όμε]- |
| νον διάφορον ὑπὸ τοῦ δήμου εἰς τὴν ἀναγραφὴν τῶν δημοσίων γραμμάτων οὐκ ἔλαβεν ἀ̣[λλὰ] | |
| καὶ τοῦτο ἀνέδωκεν τῶι δήμωι, τὸν ἔπαινον μᾶλλον διὰ παντὸς ἢ χρῆμα κτᾶσθαι βουλόμεν[ος·] | |
| χορηγός τε αἱρεθεὶς καὶ αὐτὸς εἰς τοὺς ἀγῶνας τοὺς ἀπολελειμμένους ὑπὸ Διοκλείου[ς.] |