Honorary decree of [syngeneia of] Aganiteis for Antiphanes Antipha[nou]; II; found at Mylasa: Persson, BCH 46, 1922, 397-398, no. 2; SEG 2, 537; Guarducci, MAL 6 Ser. 8, 1938, 125, no. 33; BE 1939:370; SEG 4, 237; Robert, Sinuri 27, note 9; *IMylasa 121.  
[ ] IMyl 121
1 [— Ἀγα]νι[τέ]ων· ἀναθεῖναι δὲ αὐτ[οῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι ἱερῶι τοῦ]
Διὸς Ἀγανιτέων καὶ ἐπιγραφὴν ποιή[σασθαι τήνδε· ἡ συγγένεια ἡ Ἀγανι]-
τέων τὴν εἰκόνα Ἀντιφά<ν>ου τοῦ Ἀντιφά[νου ἀνέθηκεν εὐνοίας ἕνεκεν]
τῆς εἰς τὴν συγγένειαν· δεδόσθαι δὲ αὐτ[ῶι καὶ μερίδα ἐκ τῶν θυσιῶν πασῶν]
5 τῶν συντελουμένων ὑπὸ τῆς συνγενείας· ἵνα δ[ὲ πᾶσιν ἐκφανὴς γίνηται ἡ]
τῆς συνγενείας εὐχαριστία ἣν ἔχει πρὸς τ[οὺς εὐεργετοῦντας, ἀναγράψαι]
τόδε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ ἀναθεῖν[αι ἐν τῶι ἱερῶι τοῦ Διὸς]
[Ἀ]γανιτέων· τὴν δὲ ἀναγραφὴν ποιησάσθωσα[ν οἱ ἐνεστῶτες ταμίαι τῆς]
[σ]υνγενείας Ἰατροκλῆς Ἀπατουρίου, Ἀριστογένης Α[— κατὰ]
10 [δ]ὲ υἱοθεσίαν Πωσειδωνίου τοῦ Μόσχου· πόρον δ[ὲ ὑπάρχειν ἐκ τῶν κοινῶν]
[π]ροσόδων τῶν μὴ εἰς ἄλλα ἀποτεταγμένων
Search Help
Contact Us