Honorary decree of phyle of [Ot]orkondeis for Amyntas; II;
found at Mylasa: Fellows, Acct. 73-74 and 365-366, no. 88; CIG
2693d + p. 1107; LW 407; Michel 475; *IMylasa 105.
[ ]
IMyl 105
0 | [— ἔδοξεν] |
[τῆι Ὀτ]ωρκονδέων φυλῆι· ταῖς ἀρχαιρε[σί]αι̣[ς· ἐπε]ιδὴ̣ [Ἀμύντας —] | |
[—]ΑΠΙΔΟΣ πολιτευόμενος ἀπὸ τοῦ βελτίστου πρότερόν τε χ[ρείας πολλὰς καὶ μεγά]- | |
λας παρείσχηται τῆι φυλῆι, ἐν ἀρχείοις τε γενόμενος πλείοσιν προέ[στη καλῶς] | |
κ̣αὶ ἐνδόξως, συνπεριενεχθεὶς τοῖς φυλέταις καὶ τοῖς ἄλλοις πολ[ίταις εὐνόως] | |
5 | καὶ φιλοστόργως καὶ ἐμ πᾶσιν ἄμεμπτος καὶ ἀνερίθευτος καὶ ἀδω[ροδόκητος γεν]- |
όμενος, χρημάτων τε χρείας γενομένης τῶι δήμωι ἀξιωθεὶς ὑπὸ τῆς [φυλῆς παρεσκεύ]- | |
ασεν τῆι πατρίδι· διὸ συνέβη τήν τε φυλὴν πολλῶι μᾶλλον εὐδοκιμῆσαι π[αρὰ πᾶσιν] | |
καὶ τῆι πατρίδι συντελεσθῆναι τὰ χρήσιμα· ὧν ἕνεκεν ἡ φυλὴ εὐχα[ριστοῦσα ἐτί]- | |
[μησ]εν αὐτὸν ταῖς προσηκούσαις τιμαῖς· ἀλειτούργητός τε | |
10 | ὢν ἐκ τῶ[ν νόμων, ἀξι]- |
ωθεὶς ὑπὸ τῆς φυλῆς ὑπέμεινεν γυμνασίαρχος καὶ προέστη τῶν [γυμνασίων] | |
τῶν νέων ἀξίως τοῦ δήμου, προσενεχθεὶς πᾶσιν ἴσως καὶ | |
μισοπονή[ρως καὶ ἀκολού]- | |
12 | [θ]ως τοῖς νόμοις· ἔτι δὲ καὶ ἀναθέμασι κοσμήσας τὴν παλαίστραν ἐκ τῶ[ν ἰδίων χρη]- |
[μ]άτων, προαιρούμενος μὴ μόνον ἐν τοῖς προειρημένοις φιλοδοξ[εῖν, ἀλλὰ καὶ] | |
ὑπερτίθεσθαι τὰς πρότερον εὐεργεσίας· ὅπως οὖν καὶ ἡ φυλὴ φαί[νηται τοῖς κα]- | |
15 | [λ]οῖς κἀγαθοῖς ἀνδράσιν καὶ εὐεργετοῦσιν τήν τε φυλὴν καὶ τὸν δῆμον [χάριν] |
ἀπονέμουσα· ἀγαθῆι τύχηι· ἐπηινῆσθαι Ἀμύνταν καὶ στεφανῶσα[ι αὐτὸν] | |
[ἀρ]ετῆς καὶ καλοκἀγαθίας ἕνεκα τῆς εἴς τε τὴν φυλὴν καὶ εἰς τὴν πατρίδα· [ἵνα δὲ] | |
[μᾶ]λλον ἐχφανὴς γίνηται ἡ τῶν φυλετῶν αἵρεσίς τε καὶ σπουδὴ ἣν ἔχ[ουσιν —] |