Honorary decree of phyle of [Ot]orkondeis for Amyntas; II; found at Mylasa: Fellows, Acct. 73-74 and 365-366, no. 88; CIG 2693d + p. 1107; LW 407; Michel 475; *IMylasa 105.  
[ ] IMyl 105
0 [— ἔδοξεν]
[τῆι Ὀτ]ωρκονδέων φυλῆι· ταῖς ἀρχαιρε[σί]αι̣[ς· ἐπε]ιδὴ̣ [Ἀμύντας —]
[—]ΑΠΙΔΟΣ πολιτευόμενος ἀπὸ τοῦ βελτίστου πρότερόν τε χ[ρείας πολλὰς καὶ μεγά]-
λας παρείσχηται τῆι φυλῆι, ἐν ἀρχείοις τε γενόμενος πλείοσιν προέ[στη καλῶς]
κ̣αὶ ἐνδόξως, συνπεριενεχθεὶς τοῖς φυλέταις καὶ τοῖς ἄλλοις πολ[ίταις εὐνόως]
5 καὶ φιλοστόργως καὶ ἐμ πᾶσιν ἄμεμπτος καὶ ἀνερίθευτος καὶ ἀδω[ροδόκητος γεν]-
όμενος, χρημάτων τε χρείας γενομένης τῶι δήμωι ἀξιωθεὶς ὑπὸ τῆς [φυλῆς παρεσκεύ]-
ασεν τῆι πατρίδι· διὸ συνέβη τήν τε φυλὴν πολλῶι μᾶλλον εὐδοκιμῆσαι π[αρὰ πᾶσιν]
καὶ τῆι πατρίδι συντελεσθῆναι τὰ χρήσιμα· ὧν ἕνεκεν ἡ φυλὴ εὐχα[ριστοῦσα ἐτί]-
[μησ]εν αὐτὸν ταῖς προσηκούσαις τιμαῖς· ἀλειτούργητός τε
10 ὢν ἐκ τῶ[ν νόμων, ἀξι]-
ωθεὶς ὑπὸ τῆς φυλῆς ὑπέμεινεν γυμνασίαρχος καὶ προέστη τῶν [γυμνασίων]
τῶν νέων ἀξίως τοῦ δήμου, προσενεχθεὶς πᾶσιν ἴσως καὶ
μισοπονή[ρως καὶ ἀκολού]-
12 [θ]ως τοῖς νόμοις· ἔτι δὲ καὶ ἀναθέμασι κοσμήσας τὴν παλαίστραν ἐκ τῶ[ν ἰδίων χρη]-
[μ]άτων, προαιρούμενος μὴ μόνον ἐν τοῖς προειρημένοις φιλοδοξ[εῖν, ἀλλὰ καὶ]
ὑπερτίθεσθαι τὰς πρότερον εὐεργεσίας· ὅπως οὖν καὶ ἡ φυλὴ φαί[νηται τοῖς κα]-
15 [λ]οῖς κἀγαθοῖς ἀνδράσιν καὶ εὐεργετοῦσιν τήν τε φυλὴν καὶ τὸν δῆμον [χάριν]
ἀπονέμουσα· ἀγαθῆι τύχηι· ἐπηινῆσθαι Ἀμύνταν καὶ στεφανῶσα[ι αὐτὸν]
[ἀρ]ετῆς καὶ καλοκἀγαθίας ἕνεκα τῆς εἴς τε τὴν φυλὴν καὶ εἰς τὴν πατρίδα· [ἵνα δὲ]
[μᾶ]λλον ἐχφανὴς γίνηται ἡ τῶν φυλετῶν αἵρεσίς τε καὶ σπουδὴ ἣν ἔχ[ουσιν —]
Search Help
Contact Us