Document recording question of Magnesia (Mai.) to Delphi concerning earthquake, answer of oracle in hexameters concerning cult of Dionysos and action of Magnesia, and obeying oracle; 1m, perhaps copy of earlier document; found at Magnesia Mai.: Kondoleon, MDAI(A) 15, 1890, 330-332, no. 1; Reinach, REG 3, 1890, 350-351; Maas, Hermes 26, 1891, 183; Kern, Beiträge z. Gesch. d. gr. Philos. & Rel. 80-82; Pomtow, Jahrb. f. class. Philo. 1896, 754, 767 (non vidi); Michel 856 (p. 706); *IMagnesia 215.a; SEG 17, 495.  
[ ] IMagn 215a
1 ἀγαθῇ τύχῃ.
ἐπὶ πρυτάνεως Ἀκροδήμου τοῦ Δι-
οτείμου ὁ δῆμος ὁ Μαγνήτων ἐπερω-
τᾷ τὸν θεὸν περὶ τοῦ σημείου τοῦ
5 γεγονότος ὅτι πλατάνου κατὰ τὴν
πόλιν κλασθείσης ὑπὸ ἀνέμου εὑ-
ρέθη ἐν αὐτῇ ἀφείδρυμα Διονύσου,
τί αὐτῷ σημαίνει ἢ τί ἂν ποιήσας
ἀδεῶς διατελοίη· δι’ ὃν θεοπρόποι
10 ἐπέμφθησαν ἰς Δελφοὺς Ἑρμῶναξ
Ἐπικράτους  Ἀρίσταρχος Διοδώρου.
θεὸς ἔχρησεν·
Μαιάνδροιο λαχόντες ἐφ’ ὕδασιν
ἱερὸν ἄστυ  Μάγνητες κτεάνοις
15 ἐπαμύντορες ἡμετέροισιν,
ἤλθετε πευσόμενοι στομάτων ἀπ’ ἐ-
μεῖο, τίς ὑμεῖν  μῦθος, ἐπεὶ Βάκ-
χος θάμνῳ ἔνι κείμενος ὤφθη.
E)CEFA/NH DE\ E)/TI KOU=ROS, E)PEI\ PTOLI/-
20 αιθρα τιθέντες  νηοὺς οὐκ ᾠκίσ-
σατ’ ἐϋτμήτους Διονύσῳ.   ἀλλὰ
καὶ ὥς, ὦ δῆμε μεγάσθενες, ἵδρυε
νηοὺς  θυρσοχαροῦς· ἱερῆα τίθει
δὲ εὐάρτιον ἁγνόν·  ἐλθέτε δὲ
25 ἐς Θήβης ἱερὸν πέδον, ὄφρα λάβητε
Μαινάδας, αἳ γενεῆς Εἰνοῦς ἄπο Κα-
δμηείης·  αἳ δ’ ὑμεῖν δώσουσι καὶ
ὄργια καὶ νόμιμα ἐσθλὰ  καὶ θιά-
σους Βάκχοιο καθειδρύσουσιν
30 ἐν ἄστει.   κατὰ τὸν χρησμὸν διὰ
τῶν θεοπρόπων ἐδόθησαν ἐκ Θηβῶν
Μαινάδες τρεῖς  Κοσκὼ  Βαυβὼ
Θετταλή,  καὶ ἡ μὲν Κοσκὼ συνήγαγεν
θίασον τὸν Πλατανιστηνῶν,
35 ἡ δὲ Βαυβὼ τὸν πρὸ πόλεως, ἡ δὲ
Θετταλὴ τὸν τῶν Καταιβατῶν·
θανοῦσαι δὲ αὗται ἐτάφησαν
ὑπὸ Μαγνήτων, καὶ ἡ μὲν Κοσκὼ
κεῖται ἐν Κοσκωβούνῳ, ἡ δὲ Βαυ-
40 βὼ ἐν Ταβάρνει, ἡ δὲ Θετταλὴ
πρὸς τῷ θεάτρῳ.
Search Help
Contact Us