Document recording question of Magnesia (Mai.) to Delphi
concerning earthquake, answer of oracle in hexameters concerning
cult of Dionysos and action of Magnesia, and obeying oracle; 1m,
perhaps copy of earlier document; found at Magnesia Mai.:
Kondoleon, MDAI(A) 15, 1890, 330-332, no. 1; Reinach, REG 3,
1890, 350-351; Maas, Hermes 26, 1891, 183; Kern, Beiträge z.
Gesch. d. gr. Philos. & Rel. 80-82; Pomtow, Jahrb. f. class.
Philo. 1896, 754, 767 (non vidi); Michel 856 (p. 706); *IMagnesia
215.a; SEG 17, 495.
[ ]
IMagn 215a
1 | ἀγαθῇ τύχῃ. |
ἐπὶ πρυτάνεως Ἀκροδήμου τοῦ Δι- | |
οτείμου ὁ δῆμος ὁ Μαγνήτων ἐπερω- | |
τᾷ τὸν θεὸν περὶ τοῦ σημείου τοῦ | |
5 | γεγονότος ὅτι πλατάνου κατὰ τὴν |
πόλιν κλασθείσης ὑπὸ ἀνέμου εὑ- | |
ρέθη ἐν αὐτῇ ἀφείδρυμα Διονύσου, | |
τί αὐτῷ σημαίνει ἢ τί ἂν ποιήσας | |
ἀδεῶς διατελοίη· δι’ ὃν θεοπρόποι | |
10 | ἐπέμφθησαν ἰς Δελφοὺς Ἑρμῶναξ |
Ἐπικράτους Ἀρίσταρχος Διοδώρου. | |
θεὸς ἔχρησεν· | |
Μαιάνδροιο λαχόντες ἐφ’ ὕδασιν | |
ἱερὸν ἄστυ Μάγνητες κτεάνοις | |
15 | ἐπαμύντορες ἡμετέροισιν, |
ἤλθετε πευσόμενοι στομάτων ἀπ’ ἐ- | |
μεῖο, τίς ὑμεῖν μῦθος, ἐπεὶ Βάκ- | |
χος θάμνῳ ἔνι κείμενος ὤφθη. | |
ἐξεφάνη δὲ ἔτι κοῦρος, ἐπεὶ πτολί- | |
20 | αιθρα τιθέντες νηοὺς οὐκ ᾠκίσ- |
σατ’ ἐϋτμήτους Διονύσῳ. ἀλλὰ | |
καὶ ὥς, ὦ δῆμε μεγάσθενες, ἵδρυε | |
νηοὺς θυρσοχαροῦς· ἱερῆα τίθει | |
δὲ εὐάρτιον ἁγνόν· ἐλθέτε δὲ | |
25 | ἐς Θήβης ἱερὸν πέδον, ὄφρα λάβητε |
Μαινάδας, αἳ γενεῆς Εἰνοῦς ἄπο Κα- | |
δμηείης· αἳ δ’ ὑμεῖν δώσουσι καὶ | |
ὄργια καὶ νόμιμα ἐσθλὰ καὶ θιά- | |
σους Βάκχοιο καθειδρύσουσιν | |
30 | ἐν ἄστει. κατὰ τὸν χρησμὸν διὰ |
τῶν θεοπρόπων ἐδόθησαν ἐκ Θηβῶν | |
Μαινάδες τρεῖς Κοσκὼ Βαυβὼ | |
Θετταλή, καὶ ἡ μὲν Κοσκὼ συνήγαγεν | |
θίασον τὸν Πλατανιστηνῶν, | |
35 | ἡ δὲ Βαυβὼ τὸν πρὸ πόλεως, ἡ δὲ |
Θετταλὴ τὸν τῶν Καταιβατῶν· | |
θανοῦσαι δὲ αὗται ἐτάφησαν | |
ὑπὸ Μαγνήτων, καὶ ἡ μὲν Κοσκὼ | |
κεῖται ἐν Κοσκωβούνῳ, ἡ δὲ Βαυ- | |
40 | βὼ ἐν Ταβάρνει, ἡ δὲ Θετταλὴ |
πρὸς τῷ θεάτρῳ. |