Honorary inscription [by boule and demos (of Magnesia Mai.)] for [ ... ] Apollo[n]io[u]; 2; found at Magnesia Mai.: *IMagnesia 179; Kourouniotes, AD 7, 1921-1922, 86-87 (PH, part); SEG 4, p. 419.  
[ ] IMagn 179
1 [ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησαν]
[—]
[․]ωτα․․ου Ἀπολλω[ν]ίο[υ] διά [τ]ε [τ]ὸ ἦθος
καὶ τὴν ἰς τὴν πόλιν αὐτοῦ κόσ-
5 μιον ἀναστροφὴν φιλοτειμη-
σάμενον [κ]αὶ ἐν ἄλαις πολλαῖς
ὑπηρεσίαις, ἀγορανομήσαντα
ἐπὶ στεφανηφόρου Τ(ίτου)  Φλ(αουίου)  Κορδι-
ανοῦ ἥρωος τὸ δʹ τὴν τρίτην
10 τετράμην<ο>ν, ἐν ᾗ δόντα τὰ ἐξ ἔ-
θους καὶ ὡρισμένα ὑπὲρ τῆς καύ-
σεως τῆς βαίτης 𐆖 χʹ καὶ ἐκ φιλο-
τειμίας ἰδίας ἔξωθεν καύσαντα
πρῶτον τῶν ἄλλων ἀγορανόμων
15 τὴν βαίτην ἡμέρας  κʹ , ἀλείψαντα
τὴν πόλιν τῷ τῆς ἀγορανομίας χρό-
NW| PLEI/OSIN H(ME/RAIS, U(PE\R W(=N H(MERW=N
δόντα καὶ τῇ φιλοσεβάστῳ γερουσίᾳ
τὸ ἐξ ἔθους ἐπὶ ἡμέρᾳ διδόμενον
20 ἔλαιον παραπράσεις τε ποιήσαντα
ἐν τῷ μακέλλῳ παντὸς εἴδους ἐν ταῖς
ἑωρταῖς ἐν τῷ τῆς ἀγορανομίας αὐ-
τοῦ καιρῷ ἔν τε τῷ Ἀρτεμεισιῶνι
μηνὶ ὅλῳ τοῦ ἰδίου καιροῦ τῆς ἀγο-
25 ρανομίας παραπωλήσαντα ἔλαιον
ἀφθόνως ἔλατον παραπολὺ τῆς
ἐνεστώσης τειμῆς ἐν ἐσπευμένῳ
τῷ περὶ τὸ ἔλαιον καιρῷ καὶ ἐπὶ τῇ ἀνα-
στάσει τοῦ ἀνδριάντος δόντα διανο-
30 μὴν τῇ φιλο[σ]εβάστῳ βουλῇ καὶ θέν-
τα πάλιν ἔλαιον τῇ πόλει ἐν τοῖς γυμνα-
σίοις τῇ  θκʹ  τοῦ Ἀρτεμεισιῶνος μηνὸς
ἐν ᾗ καὶ ὁ ἀνδριὰς ἀνεστάθη κατὰ δό-
ξαντα καὶ ψηφισθέντα τῇ τε βουλῇ
35 καὶ τῷ δήμῳ.
Search Help
Contact Us