Decision of foreign judges from Magnesia Mai. concerning dispute between Hierapytna and Itanos, containing Senatus Consultum, decrees of Itanos and Praisos, and letters of Gortyn; 111 BC; found at Magnesia Mai., identical text found at Itanos on Crete: CIG 2561b; *IMagnesia 105 + p. 296 (PH, part) (* for ll. 1-72 and 95-114); Syll2 929; *Holleaux, Hermes 39, 1904, 78-83 (* for ll. 73-94); **Syll3 685 (l. 72); IGRR I 1021; *ICret III Itanos no. 9 (* for ll. 0-0aa, ** for ll. 70, 77-80, 82, 85-86, 89-96, 98-113).  
[ ] Hermes 39, 1904, 78-83
0 [θεὸς ἀγαθός.]
a [ἐπὶ Ὀλυμπικοῦ Σμισιῶνος εʹ ἱσταμένου· ἀπόφασις Εὐφήμου τοῦ Παυσανίου]
[νεωκόρου τῆς Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς, Κίλλου τοῦ Δημητρίου, Ἀρισταγόρου τοῦ Δημο․c.5․,]
[Ἀπολλωνίου τοῦ Ἀλέξωνος, Λυκομήδου τοῦ Εὐπολέμου, Δημητρίου τοῦ Δημητρίου τοῦ Ἡροπύθου,]
[Δημητρίου τοῦ Δημητρίου τοῦ Ἀναξαγόρου, Αἰδούχου τοῦ Ἀπολλοδώρου, Μιννίωνος τοῦ Διονυ]-
[σίου τοῦ Μιννίωνος, Ἐπικούρου τοῦ Ἀρτεμιδώρου τοῦ Μοσχίωνος, Παυσσικράτου τοῦ Ἡροπύθου, Ἀπολ]-
[λωνίου τοῦ Ἀπολλωνίου, Εὐβούλου τοῦ Ἀλεξίωνος, Βοήθου τοῦ Ἀνδρομάχου, Ἀρτεμιδώρου τοῦ Δη]-
[μητρίου, Ἀπολλωνίου τοῦ Διονυσοδώρου, Ἐπικράτου τοῦ Διοκλέους τοῦ Διονυσοκλέους, Εὐβούλου]
[τοῦ Μάνδρωνος, κεχειροτονημένων καὶ αὐτῶν ὑπὸ τοῦ δήμου δικάσαι Κρησὶν Ἰτανίοις τε καὶ Ἱεραπυ]-
[τνίοις κατὰ τὸ γεγονὸς ὑπὸ τῆς συγκλήτου δόγμα καὶ κατὰ τὴν ἀποσταλεῖσαν ἐπιστολὴν ὑπὸ Λευ]-
[κίου Καλοπορνίου Λευκίου υἱοῦ Πείσωνος στρατηγοῦ ὑπάτου· εὐκτὸν μὲν ἦν ․․․․c.13․․․․․]
[ι․․․․․c.15․․․․․․ ἡμῶν εἰς μηδεμίαν φιλονικίαν καὶ πλεοναζο․․․․c.12․․․․]
[δ․․․․․c.15․․․․․․ιεσθαι, μετ’ εἰρήνης δὲ καὶ τῆς πάσης ὁμονοίας καὶ οἰκειότητος]
[τὴν πρὸς ἀλλήλους διαφυλάσσειν εὔνοιαν· ἐπειδὴ δὲ οἱ καιροὶ πολλ[άκις ․․․․c.12․․․․ς]
[σ․․․․․c.15․․․․․․ τοὺς συνγενεστάτους εἰς διάστασιν τὴν πρὸς ἀλλήλους ἐξάγουσιν,]
[α․․․․․c.15․․․․․․ πᾶσιν τοῖς οὖσιν ἐν φιλίαι διαλύειν ὅσον ἐφ’ ἑαυτοῖς τὰς ἐκ παλαιῶν χρό]-
[νων αὐτοῖς ․4․․εληλυθυίας ἔκθρας· ὅθεν καὶ τὰ νῦν εἰς τὴν μὲν ․․․c.11․․․․ε]
[λ․c.5․ Ἰτανίων καὶ Ἱεραπυτνίων· τῆς δὲ συνκλήτου, στοιχουμένης τῆι παρ’ ἑαυτῆι]
[πρὸς ἅπαντας ἀνθρώπους ὑπαρχούσηι δικαιοσύνηι, δούσης κριτὴν αὐτοῖς τὸν ἡμέτερον]
[δῆμον, γράψαντος δὲ περὶ τούτων καὶ τοῦ στρατηγοῦ Λευκίου Καλοπορνίου Λευκίου υἱοῦ]
[Πείσωνος καθότι τὰ ἀποδοθέντα ἡμῖν ὑπ’ ἑκατέρων γράμματα περιέχει, ὁ δῆμος ἡμῶν]
u [τοῖς τε ὑπὸ Ῥωμαίων, τῶν κοινῶν εὐεργετῶν, διὰ παντὸς γραφομένοις πείθεσθαι προαιρούμε]-
[νος, μεμνημένος τε τῶν διὰ προγόνων ἀπὸ τῆς ἀρχῆς γεγενημένων ὑφ’ ἑαυτοῦ πρὸς πάντας Κρητα]-
[εῖς καλῶν καὶ ἐνδόξων, ἃ καὶ θεοῦ χρησμοῖς καὶ τῆι παρὰ πᾶσιν ἀνθρώποις εἰδήσει κατείληπται, καὶ νῦν]
[μετὰ σπουδῆς καὶ φιλοτιμίας ἐποιήσατο τὴν αἵρεσιν τοῦ δικαστηρίου ἐν τῆι ὑφ’ ἑκατέρων γενηθείσηι]
[ὁμολόγωι ἡμέραι.  ἀποδειχθέντες οὖν καὶ αὐτοὶ κριταὶ παραχρῆμα ἀναβάντες ἐπὶ τὸν βωμὸν τῆς Ἀρτέμι]-
[δος τῆς Λευκοφρυηνῆς, σφαγιασθέντος ἱερείου, ὠμόσαμεν καθ’ ἱερῶν, παρόντων τῶν τε διαδικα]-
aa [ζομένων ἀφ’ ἑκατέρας πόλεως καὶ]
1 [τῶν] συνπαρόντων̣ αὐτ̣[οῖ]ς, καὶ κ[α]θίσαντες ἐν τ[ῷ ἱερ]ῷ τῆς Ἀρτέμι[δος τῆς Λευκοφρυηνῆς διηκούσαμεν]
[τῶν δι]αφερομένων οὐ μόνον τὸν τῆς ἡμέρας δόντες αὐτοῖς [χρ]όνον, [ἀ]λ̣λ[ὰ καὶ τὸ πλεῖ]ον [τῆς νυκτός,]
[πᾶσα]ν ἀναδεχόμενοι κακοπαθίαν χάριν τοῦ μ[η]θενὸς ὑσ[τ]ερῆσαι [δικ]αίου μηθένα τῶν κρ[ινομένων.]
[τέλο]ς δὲ λαβούσης τῆς δικαιολογίας ἐνγράφους θέμενοι τὰς γνώμας, τῷ μὲν ἀκριβεῖ τῆς ψή[φου βραβευ]-
5 [θῆ]ν̣αι τὴν κρίσιν οὐκ ἠβουλόμεθα, συναγαγεῖν δὲ σπεύδοντες α̣<ὐ>τοὺς καὶ α̣ὐτοὶ καὶ πά̣λιν ε[ἰ]ς [τὴν ἐξ ἀρ]-
χῆς ἀποκαταστῆσαι φιλίαν, ὡς ἦν ἡ̣μῖν πάτριον καὶ προσῆκον ἡγούμεθα, ἑκατέρου[ς τ]ὰ̣ πράγμα̣τα [ἐφ’ ἱκανὸν]
[προσκ]είμενοι εἰς τὸ συλλύσεως καὶ φιλίας αὐτοῖς παραίτιοι γενηθῆναι, τῆς δὲ προθέσεως ἡμ[ῶν μὴ τε]-
[λειου]μ̣έ̣νης διὰ τὸ ὑπε̣ρβαλλόντως αὐτοὺς τὴν πρὸς ἀλλήλους φιλονικίαν ἐνεστάσθαι συν[έβη τῆι ψήφωι]
[τὴν κρί]σιν βραβε̣υθῆναι, περὶ ἧς καὶ τὴν καθή̣κουσαν ἔχθ̣εσιν πεποιήμεθα.  Ἰτάνιοι πόλιν οἰκο[ῦντες]
10 [ἐπιθαλ]άσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτ[ο]ν̣ῶσαν τῷ τοῦ <Δ>ιὸς τοῦ <Δ>[ι]κταίου ἱερῷ, ἔχοντες [δὲ καὶ]
[νήσου]ς καὶ νεμόμενοι ἐν αἷς καὶ τὴν καλουμένην Λεύκ[η]ν, θ̣λιβόμε̣νοι κατά τινα̣ς καιροὺς ὑπὸ τῶ[ν παρορ]-
[ούντων Π]ρ̣α̣ισίων ἐ̣πεσπάσα̣ντο χά̣ριν βοηθ̣είας καὶ φυλ[α]κῆς τῆς τε [π]όλε̣[ω]ς καὶ τῆς χ<ώ>ρ<α>ς, ἔτι δὲ [καὶ]
[τῶν νήσω]ν̣, τ[ὸ]ν Αἰγύπτου βασιλεύσαντα Πτολεμα̣ῖον, ὡς τ̣[ὰ] παρατεθέντα ἡμῖν πε[ρὶ τούτω]ν γράμμ[ατα περι]-
[εῖχεν, κα]ὶ τούτῳ τῷ τρόπῳ διακα̣τεῖχον τοὺς προειρημ[έ]νους τόπους.  τελευτ[ήσαν]τος δ[ὲ] τοῦ [Φιλο]-
15 [μήτορο]ς βασιλέως Πτολεμα̣ίου καὶ τῶν ἀπο[σ]ταλέ̣ντων ὑπ’ α̣ὐτοῦ χάρι̣ν τοῦ συντη̣[ρ]εῖν Ἰτανίοις τή[ν τε χώ]-
[ραν καὶ τὰς] νήσους ἀπαλλαγέ̣ντων, οὕτως Ἰτάνιοι καὶ τῇ ἀπὸ τῶν φίλων εὐν[οί]αι συνχρώμενοι διεφ[ύλασσον τὰ τὰ καθ’]
[ἑαυτού]ς.  ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέ̣μου καὶ μείζο[ν]ος, ἀνειρημένης ἤδη καὶ τῆς Πρα̣ισίων πόλ[εως τῆς]
[κειμένη]ς ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυτνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου κα̣ὶ τῆς χώρας ἀμφ̣ισ[βητεῖν Ἰτανίοις]
[ἐπε]β[άλ]αντο φάμενοι τὴν μὲν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς [τ]οῦ Δικταίου, τὰ̣ν δὲ νῆσον προγονι[κὴν ἑαυτῶν ὑπ]-
20 [άρχε]ιν· τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σέρουιον [Σ]ολπίκιον παραγενομένων εἰς Κρήτην [καὶ τοῦ πο]-
[λέ]μου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλ[η]τον, δοθείσης δὲ τῆς ἡμετέρας πόλε[ω]ς̣ [πρότερόν]
[τ]ε κα̣ὶ νῦν, καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτε̣ροι ταύτην τὴν χώραν καὶ τὴν νῆσον [περὶ οὗ ἡ]
[πρᾶξι]ς ἐ̣νέστηκεν κατεσχηκότες εἴησαν τῇ πρὸ τοῦ ἡμέ[ρ]ᾳ ἢ ὁ πόλεμος ἐν αὐτοῖς ἤρξατο, [οὗ] πολ[έμου]
[ἕνεκε]ν̣ [Σ]έρουιος Σολπίκιος κἀκε̣ίνη ἡ πρεσβεία ε̣ἰς Κρήτην ἀπεστάλησαν, ὅπως οὕτως κρ[ίνωσιν αὐτοὺς]
25 [ἔχειν κ]α̣τέ̣χειν τε καρπίζεσθαί τε ἐξεῖναι" ἔγνωμε̣ν· ἐκ τῆς ὑφ’ ἑκατέρων γενηθείσης δ[ικαιολογίας τὴν χώ]-
[ραν τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην δια̣κατεσχη[μέ]νη̣ν τε̣ ὑπὸ Ἰτ̣ανίων καθ̣ότ[ι προεκτεθείμεθα]
[ἕως τ]οῦ τὸν προδιασεσαφημένον πόλεμον γε̣νηθῆνα[ι, οὖ]σαν δὲ καὶ ἀπὸ τῆς ἀρχῆς [Ἰ]τ̣αν̣[ίων, καθότι καὶ]
[οἱ ἐπιδειχ]θ̣έντες ἡμῖν ὑπ’ ἑ̣κατέ̣ρων περιορισμοὶ τῆς χώρ[α]ς ἐ̣μήνυον, ὅ τε̣ πρὸς τοὺς πρότ[ερον παροροῦν]-
[τας αὐτ]οῖ̣ς Δραγμίους γενηθ̣ε̣ὶς{ης} περιέχων οὕτ̣[ω]ς· "[ὦ]ρ[οι] δ[ὲ] ὄντων αὐτοῖς τᾶς χώρας τ̣οί[δε· ὡς ὁ]
30 Σέδαμνος ἐ̣ς Κα̣ρύμας καὶ πέραν ἐ̣ς τὰν στεφάναν καὶ ἁ̣ σ[τε]φά̣να περιάνπαξ̣ ἐς ὀρθ̣ὸν ἐς Δο̣[ρθάννας ἐπὶ]
[τὸν] λά̣κκον καὶ ἐ̣ς τὰν ὁδὸν καὶ πέραν ἐς τὸν Μόλλον", [κα]ὶ πάλιν ὁ γενηθεὶς Ἰτανίοις [καὶ Πραισίοις]
[καθό]τι ὑπογ̣έγραπται· "ἔδοξεν τοῖς Ἰτανίοις καὶ τοῖς Πρα̣[ισί]οις θέσθ̣αι εἰρήναν ἐς πάντ[α τὸ]ν [χρόνον]
[ἐπὶ] τᾶι χώραι ἃ<ν> νῦν ἑ̣κάτεροι ἔχοντι, ἇς ὅρια τάδε· ὡς ὁ Σέ[δ]αμνος ἐς Καρύμας ἐν τὰ[ν δηράδα καὶ πέ]-
[ραν ἐς] τὰ̣ν στε̣φάναν καὶ πε̣ριανπέτις ὡς ἁ στε̣φάνα καὶ εὐθ̣[υ]ωρ̣ίᾳ ἐς Δ[ο]ρθ̣άννας ἐπὶ τὸν λάκκ[ον καὶ ὡς ἁ]
35 [ὁδὸς] ποτὶ μεσανβρίαν τᾶς ὁδῶ τᾶς ἀγώσας δι’ Ἀτρῶνα κ[αὶ] ἐ̣ς Μόλ[λ]ον καὶ ἀπὸ τῶ Μόλλω [εὐθυωρίᾳ ἐπὶ]
[θάλ]α̣σσαν," ὅ τε αὐτοῖς Ἱεραπυτνίοις καὶ Πραισίοις γενη̣[θε]ὶς περιορισμὸς γεγραμμένος οὕ[τως· "οἱ δὲ ὅ]-
[ροι] τᾶς χώρας ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δη[ρά]δα καὶ πέραν ἐς τὰν στεφάν[α]ν [καὶ περιαν]-
[πέτι]ς ὡς ἁ στεφάνα καὶ εὐθ̣υωρίᾳ ἐς Δορθάννας ἐπὶ τὸ[ν λά]κκον."  τῶν δὲ προειρημένω[ν ὁρίων σαφῶς]
[διειρ]γόντων τήν τε Ἰτανίων χώρ̣αν καὶ τὴν πρότερον μὲν οὖσαν Δραγμίων καὶ τὴν [Πραισίων, κατ]-
40 [εχο]μένην δὲ νῦν ὑπὸ Ἱε̣ραπυτ̣νίων, τοῦ δὲ ἱεροῦ τ[οῦ Δι]ὸς ἐκτὸς τῆς διαμφισβ[ητουμένης χώ]-
[ρας ὄ]ντος καὶ περιοικοδομήμασιν καὶ ἑτέροις π[λείο]σιν ἀποδεικτικοῖς καὶ σημ[είοις περιλαμβανο]-
[μέν]ου, καθ̣ότι καὶ διὰ τῶν ἐ̣πιδε̣ικνυμένων ἡμῖν̣ χ[ωρο]γραφιῶν εὐσύνοπτον ἦ[ν· πρὸς τούτοις ἀπε]-
[δείκ]νυον Ἰτάνιοι καὶ δι’ ἑ̣τέρων πλειόνων γραμμά[των] ὑπάρχουσα̣ν τὴν διαμφ[ισβητουμένην χώραν]
[ἔνε]ργον καὶ οὐχ ὡς ἔφασαν Ἱεραπύτνιοι ἱερὰν κ[αὶ ἀγε]ώργητον.  φανερὸν δὲ <τ>[ο]ῦτο̣ [ἐγίνετο καὶ]
45 [ἐκ τοῦ] δόγματος καθ’ ὃ ἐκρίναμε̣ν τοῦ γραφέ̣ντος κ[αὶ ὑπὸ τ]ῶν ἐληλυθ̣ότων εἰς Κρήτην π[ρεσβευτῶν τῶν]
[περὶ Κό]ϊντον Φάβιον οἵτινες ἑωρακότες τό τε ἱερὸν κ[αὶ τ]ὸν περίβολον αὐτοῦ ἰδίοις σ[ημείοις καὶ περι]-
[οικοδ]ομήμασιν περιεχόμενον, ἑωρακότες δὲ κ[αὶ τὴ]ν
χώραν τὴν ὅμορον τῷ ἱερῶι, [ὑπὲρ μὲν ἱερᾶς]
[χώρας] οὐκ ἔ̣γραψαν οὐθ̣έν, καίτοι γε Ἱερα̣πυτνίων ῥη̣τῶς ὑπὲρ ἱ̣ε̣ρᾶ̣ς̣ χώρας ἠξιωκό[των τὴν σύγκλη]-
50 [τον, Ἰ]τανίων δὲ περὶ χώρας τῆς ἑαυτῶν τῆς καλουμέ̣νης Ἑλ̣ε[ίας κα]ὶ νήσου ἰδί[ας Λεύκης, γνόν]-
[τες] δὲ ὅτι ἡ παροροῦσα χώρα τῷ ἱε̣ρῷ οὐκ ἦν ἱε̣ρὰ οὐδὲ ἀγε[ώρ]γ̣η̣τος, ὑπ[ὲρ χώρας μ]όνον ἐφα[ίνοντο μνείαν]
[πεποι]ημένοι, γράψαντες "ἵνα ἔχωσιν κατέ̣χωσίν τε καρπί[ζ]ω̣νταί τ[ε", τοῦ καρ]πίζεσθαι γραφ[ομένου κατὰ χώ]-
[ρα]ς̣ γεγεω̣ργημένης τε καὶ γεωργηθη̣σομένης, ὅπερ [ἐ]πὶ τῆς ἱερᾶς χ[ώ]ρας οὐκ ἦν ἐ[νδεχόμενον· νό]-
[μοις γ]ὰρ ἱεροῖς καὶ ἀραῖς καὶ ἐπιτίμοις ἄνωθ̣ε̣ν διεκεκ̣ώλ[υ]το ἵνα μηθ̣εὶς ἐν τῷ ἱερῷ τοῦ [Διὸς τοῦ Δικταί]-
[ου μ]ήτε ἐννέμῃ̣ μήτε ἐναυλοστατῇ μήτε̣ σπείρῃ μή[τε] ἐπ[ι]ξ̣υ[λ]εύῃ, καίτοι γε [Ῥωμαίων, ὅταν περὶ ἱε]-
55 [ρᾶς τι]νος χώρας διαφέρωνται, γραφόντων ῥη̣τῶς, καθότ[ι καὶ τ][π]αρα[τεθέντ]α̣ ἡμῖ[ν ἐφ’ ἑτέρων δόγμα]-
[τα π]εριεῖχεν.  τὸ δὲ πάντων μέγ̣ιστον καὶ ἰσχυρότατον [τ]εκμήρι[ον τοῦ ἐ]γ[νωσμένων τῶν καθό]-
[λου πρα]γμάτων ὑπὸ Ῥωμαίων ἐφ’ ὁμολογουμένοις ἡμᾶς καὶ κεκρι[μ]έ̣ν̣οις τ[ὴ]ν [ψῆφον ἐπενηνοχέναι· Ἰτανί]-
[ων γὰρ ἀξ]ιωσάντων τὴν σύνκλητον ἵνα τὸ ἐνῳκοδομημέν[ον][πὸ Ἱεραπυτνίων χωρίον ἐν τῆι κρινο]-
[μένῃ χ]ώ̣ρᾳ καθ̣αιρεθ̣ῇ, ἡ σύνκλητος ἐ̣πέταξεν Λευκίῳ Καλοπ̣[ορνίῳ Λευκίου υἱῷ Πείσωνι στρατηγῶι ὅπως]
60 [καθαιρ]ε̣θῇ εἴ τι ἐνῳκοδόμη̣ται, φανερῶς καὶ διὰ τοῦ τοιο̣ύ̣τ̣ο̣υ̣ [—]
[․c.4․]ετων κρατούντων.  ἀκολούθ̣ως δὲ τούτοις οἱ μὲν αὐτοὺς [—]
[․c.5․]ντες Ἰτανίοις παρῆσαν.  οἱ δὲ κατὰ πό<λε>ις ἐ̣νγράφου̣ς̣ [․c.6․․]σ․c.4․π[—]
[․c.4․] ἀ̣ποδεικνύντες ἄνωθ̣ε̣ν τὰ διαμφισβητούμενα Ἰτα[νίων] γ̣ε̣γ̣ονό̣τ[α —]
[․c.4․]των μέ̣χρι τοῦ δηλουμένου διὰ τοῦ δόγματος γεγονέν[αι —]
65 [ποιη]τῶν καὶ ἱστοριαγράφων ἀποδείξεις, ἃς καὶ αὐτοὶ ἡμ[ῖ]ν π[․c.6․․]εσ[—]
[․c.5․]τους δικαιολογίᾳ· τά γε μὴν περὶ τῆς νή̣σου τῆς κα̣λουμ̣έ[νης Λεύκης —]
[․c.4․ τῶ]ν Ἱεραπυτνίων ἐξωμολογημένας εἶχεν τὰς ἀποδε̣ί̣ξ̣[εις —]
[․c.6․․]τε τὴν νῆσον οὖσαν καὶ διὰ τὰ γεγενημέ̣να περὶ αὐτο̣ῦ [—]
[τὴν Πτ]ολεμαϊκὴν οἰκίαν ε̣ἰς προστασίαν κα̣ὶ φυλακὴν ἑαυτοῖς κ[․․․․․c.14․․․․․]κα[—]
70 [ἰσχυρ]ίζεσθαι τὰς ἀποδε̣ίξεις ἐπιστολαῖς βασιλικαῖς, ἀντιγραφ̣[αῖς δὲ α]ὐτῶν̣ [—]
[․․․ τὴ]ν νῆσον πολλάκις στρατιωτῶν γραμμάτων τε ἀποστολαῖς [․c.5․]το δοξ̣[—]
[․c.4․ τ]ὴν νῆσον φρουρίου, πρὸς δὲ τούτοις λογείαις τε σιτικαῖς ἀπολο[γ․c.5․] καὶ ἐνε[—]
[ὑπ]ὲρ τῆς νήσου κα̣τά τινων ὑπὸ Ἰτανίων γε̣γραμμέ̣ναις ὡς ἀπεδείκν[υον.]  δ̣ι̣ά τε π̣λειόν[ων ἑτέρων χρηματισ]-
[μῶν? κ]αὶ διὰ λευκωμάτων ἅτινα τὰς ἐνιαυσίους εἶχεν τῶν τε[ταγμέν]ων διοι[κ]ήσεις, [πρὸς δὲ τοῖς]
75 [προειρ]ημένοις καὶ δι’ αὐτῶν ὧν αἵ τε λοιπαὶ πόλεις καὶ αὐτοὶ δὲ Ἱε[ραπ]ύτνιοι γεγρά̣φ[ασι περὶ τῆς
[προδε]δηλωμένης νήσου εὐσύνοπτον ἡμεῖ̣ν ὑπῆρχεν τὸ καὶ τὴν [προ]δεδηλωμένην νῆσ[ον προγονικὴν]
[εἶναι] Ἰτανίων καὶ διακατεισχῆσθαι ὑπ’ αὐτῶν καὶ διὰ τῆς τ̣ῶν φίλω̣[ν αὐ]τ̣ῶ̣ν κα[λ]ῆ̣ς̣ π̣ρ̣ον[οίας μέχρι τῆς —]
[․c.5․]σ̣ίας καὶ μέχρι τοῦ συστάντος ἐν Κρήτῃ πολέμου, ὧν ἀνα[․․c.7․․]ρ̣ιν ἐπιμνησθ[—]
[ἔγνωμ]εν γὰρ τὴν τοῦ βασιλέως Πτολεμαίου προστασίαν καὶ [κεκυρωμέν]ην παρὰ τοῦ κοιν[οῦ τῶν Κρηταιέων]
80 [παρ’ ὧ]ν ἔλαβον εὐδόκησιν, καθότι τὸ παρατεθὲν ἡμῖν διάγρα̣μ̣[μα περι]εῖχεν, Ἰταν[ί]ο[ις Γορτύνιοι ἀπο]-
[στεί]λαν̣τες ἐ̣πιστολὴν διεσάφησαν ὅτι ἐπὶ τὴν νῆσον αὐτῶν τ̣ὴν̣ [καλου]μ[έ]νην Λεύκ[ην Πραίσιοι μέλλουσιν]
[ἐπέρχεσ]θαι, φανερὸν ποιοῦντε̣ς καὶ διὰ τοῦ τοιούτου τρ̣όπου [․․c.7․․]εχ̣ο̣ν ἄλλας τὰ[ς —]
[․․ Γο]ρ̣τυ̣νίων δ̣ὲ συνπαρόντων ἐπὶ τῆς κρίσεως Ἱεραπυτ[ν]ίοις, [παρετίθεν]το ἡμῖν Ἰτά[νιοι ἀποστα]-
[λεῖσαν] πρὸς ἑαυ[τ]οὺς πρότερον ὑπὸ Γορτυνίων ἐπιστολήν, δι’ ἧ[ς][κδη]λ̣[ο]ν ἅ[πασιν ἐγίνετο ὅτι]
85 [ἐπιμελῶς] προνοούμενοι Γορτύνιοι τοῦ κατὰ Ἰτανίους συμφέρον[τος ἐ[μήν]υ̣ο̣ν αὐτο[ῖς περὶ Πρα]ισ[ίων, ὅτι]
[περὶ τὴ]ν νῆσον αὐτῶν τὴν Λεύκην γίνονται ὡς κυριεύσοντ[ε]ς.  [․c.6․․]τε ἡ ἐπιστολ[ὴ καὶ ἀνεγράφη, γε]-
[νομένης] ὑπ’ οὐδενὸς ἀντιλογίας, ἐκρίναμεν δὲ καὶ αὐτῆς ἀ[ντίγραφον] καταχωρίσαι [τὸ ὑπογεγραμμένον·]
["Γ]ο̣ρ̣τυνίων οἱ κόρμοι καὶ ἁ πόλις Ἰτανίων τοῖς κόρμοις καὶ [τ]ᾶι πόλ[ι] χαίρεν· πεπεισμ[ένοι ὑπ’ ἀνδρός τινος]
[ὂς δεδ]ήλωκεν ὅτι οἱ Πραίσιοι οἰκονομόνται περὶ τᾶς Λεύκας ὡς [ἐπιστ]ρατίας γενομ[ένας, κρατῆσαι αὐ]-
90 [τᾶς, τάδε] ἐκρίναμεν ὑμῖν ἐπιμελίως ἀποστεῖλαι· ὑμὲν ἂ̣ν̣ καλῶς ποή[σαιτε τ․]ς ἐν τῷ χωρίῳ [—]
[․․]επ[․․]σην θέμενοι, παρορῶν<τές> τε εἰ χρείαν ἔχετε ἐν τὸ χωρίον ἐ̣[πιταδείω]ν· γεγρά̣φ[αμεν οὖν ὑμῖν, οὐκ ὄν]-
[των] τούτων φίλων, τῷ τε βασιλεῖ καὶ αὐτοῖς ὑμῖν [δι][πα]ντὸς ἐ[πιμε]λούμενοι? κ[α]ὶ β̣ω̣[λόμενοι ἀεὶ —]
[․]ε[․]αι τῷ τε βασιλεῖ καὶ τοῖς τῶ βασιλέως φίλοις."  Ἱεραπύτ̣[νιοι] δ̣[ὲ ἔτι τῆ]ς ἀμφισβη]τή̣σ[εως ἀντε]-
[χόμεν]οι καὶ φάσκοντες τὴν νῆσον ἑαυτῶν εἶναι προγονικὴν ακλ̣η[․c.6․․]ιτης τῶν [—]
95 [․․]ς τε ἀρχούσης καὶ τῆς τῶν Στηλιτῶν φήσαντες̣ πλοῖον εὐ[․․c.8․․․]υ τὸμ̣ πολεμ̣[—]
[․]υκ̣ρ̣αι καταχθῆναι καὶ παρακαλοῦντες τὸς Ἰτανίους περὶ τούτων [․․․μν]είαν τιν[ὰ —]
[․․] αὐτοὶ Ἰτανίοις τὴν ὑπογεγραμμένην ἐπιστολήν· "Ἱεραπυτνίων οἱ [κόρμοι κ]α̣ὶ ἁ πόλις Ἱταν[ίων τοῖς]
[κόρ]μοις καὶ τᾶι πόλει χαίρεν· βέλτιον ὑπελάβομεν γράψαι ὑμῖν ὅπως εἰ διὰ [τὸ σ]υμβεβηκὸς [—]
[․․․] καὶ Πραισίων κατᾶκται τὸ πλοῖον τὸ Κυδάνο<ρ>ος ἐκ τᾶς ὑμᾶς νάσω Λεύ[κας ․․․]ν ἀδικοῦν․[—]
100 [․․․]σαιτε ἐπιστροφάν τινα ποησάμενοι περὶ τούτων ὅπως μηθὲν [․c.5․] ἀδικήσητε [—]
[․․․] ὁμοίως κὲ καὶ ἁμές, ε̣ἴ τί κα συμβαίνῃ τινὶ ὑμῶν τοιοῦτο ἐν τᾷ ἁμ[ᾷ μηθενὶ] ἐπιτρέψομεν. [ἔρ]-
[ρωσ]θε̣."  τίς οὖν ἂν ἔτι προσ̣δέξαιτο τὴν ὑπὸ Ἱεραπυτνίων κατὰ Στηλιτῶν [․c.6․․] καιρὸν —]
[․․․ τῶ]ν προγονικὴν τὴν νῆσον ἑαυτῶν λεγόντων· ὅτε δὲ Πραισίων κατα[․․c.8․․․]πο[․]μ̣εν̣[—]
[․․․ π]ροειρημένων ἀποδείξεων ἰσχυροτέραν πίστιν τῆς τούτων α[․․c.7․․]εχη․․ενδι[—]
105 [․․․ ἄν]θρωποι τὰς κατὰ τῶν τόπων ἔχουσι κυριείας ἢ παρὰ προγόνων π[αραλαβόν]τες αὐτοὶ [ἢ πριάμενοι]
[κατ’] ἀργυρίου δόσιν ἢ δόρατι κρατήσαντες ἢ παρά τινος τῶν κρεισσόν[ων σχόντες· ὧν] οὐθὲν φανερόν]
[ἐστι συμβεβ]ηκὸς Ἱεραπυτνίοις· οὔτε γὰρ παρὰ προγόνων παρειληφότες οὔ[τε [․․․․c.12․․․․] ητ[—]
[․․․7․․․] ἃς οὔτε διὰ τοῦ ἀξιώματος ὑπογ[ρ]άψαντες οὔτε ὡς αὐτοὶ ἐκ τῆς [νήσου ․c.4․]ον̣σανη[—]
[․․ κατ’ οὐ]δένα τῶ[ν] τρόπων, οὐδὲ μὴν κατὰ πο̣λ̣εμικ̣ὴν περίστασιν εσ[․․c.7․․]τ̣ωταμ[—]
110 [․․c.7․․]η μ<η>δὲ γὰρ πεπολεμηκέναι τ̣[οῖς] Ἰτανίοις ἔφασαν οὔτε μὴν μ̣[․․․c.10․․․] ἡμεῖς̣ [—]
[․․c.7․․] τούτων εὑρίσκοντο οὐδὲ ὑπ’ αὐ[τῶν Ἰ]τανίων ἦν τι αὐτοῖς δεδο[․․․․c.12․․․․]νου δι[—]
[․․․c.9․․․] ὑπὸ πάντα τὸν τόπον· εἰ δὲ τῶν ἐναντίωμ μήτε γέγο[νεν] μήτε [․․․c.11․․․․]εκο[—]
[․c.5․]τα[․․․․․c.15․․․․․․]ην[․․․․c.12․․․․] Ἱερα[πυτν—]
[—]ενη[—]
Search Help
Contact Us