Document giving history of founding of Magnesia (Mai.),
with oracles of Delphi in hexameters; composed c. 221/220 BC,
inscribed IIIe/c. II; found at Magnesia Mai.: Kern,
Gründungsgeschichte (PH) (non vidi); Sakolowski, Mythodgr. gr. II
1 p. xxi; Michel 855; *IMagnesia 17 (PH, part); **Dušanić,
Epigraphica 45, 1983, 11-48 (l. 2: p. 20); SEG 33, 966.
[ ]
IMagn 17
1 | [․․․․․c.15․․․․․․] χεῖρας [ἐ]ξήγαγο[ν ․․․․․c.14․․․․․] |
[․․․c.11․․․․ ση]μ̣εῖον τῆς γενομένη̣[ς ․․․․․c.14․․․․․] | |
[․․․c.11․․․․ πα]ρὰ πάντων κατὰ κοινὸ[ν ․․․․c.13․․․․․] | |
[․․․c.10․․․ ψ]ηφισμάτων μέχρι μὲν [τούτων κατὰ νοῦν] | |
5 | σ̣υν[τ]ελεσθ[έ]ντων ταχέως ὧν ἕνεκεν ἦλ[θον, περιέμενον] |
τ̣ὸ ῥηθὲν ὑπὸ̣ τοῦ θεοῦ σημεῖον πρὸς τὴν ἀ[ναχώρησιν· ἐπεὶ] | |
δὲ ἐλάμ̣βανε χρόνον, πόλιν ἀνὰ μέσον π[όλεων Γόρτυ]- | |
νος καὶ Φαιστοῦ κ̣α̣τώικουσαν εὐδαιμόν[ως μεταπεμψά]- | |
μενοι τέκν̣α καὶ γυναῖκα[ς, ἐ]νεφυσίωσάν τε κα̣[ὶ τοῖς γινομέ]- | |
10 | νοις ἐξ ἑαυτῶν τὴμ βούλησιν τοῦ θεοῦ τὴν κατὰ [τὸν χρησμόν·] |
ὡς δὲ περὶ ὀγδοιήκονθ’ ἕτη μετὰ τὴν ἄφιξιν ἐφά[νησαν οἱ λευκοὶ] | |
κόρακες, vacat εὐθέως ἅμα θυσίαις χαριστηρίοις vacat πέμ[πονται εἰς Δελ]- | |
φοὺς ἐρωτήσοντες περὶ τῆς εἰς τὴν ἰδί̣[αν] ἐπανόδο[υ, ἱερωμένης | |
ἐν Ἄργει vacat Θεμιστοῦς, vacat προάρχοντας ἐν [Δελ]φοῖς τὴν ἐν̣[ναετηρίδα] | |
15 | Ξενύλλου. πάλιν δὲ παρὰ τὴμ βούλησιν αὐτῶν χρ̣ηστηριάζε[ται·] |
ἤλθετε Μάγνητες Κρήτης ἀ̣πόνοσφι τραπέν[τες] | |
οἰωνὸμ πτερύγεσσι σὺν ἀργεννῇσιν ἰδόντες | |
[ἐ]γ μέλανος, καὶ θαῦμα καταθνητοῖσιν ἐφάνθη, | |
[κ]αὶ δίζησθε, πάτρην εἰ λώϊόν ἐστιν ἱκέσθαι. | |
20 | ἀλλὰ χρεὼγ γαίης ἀπ[ὸ π]ατρίδος ἄλλοθι ν̣εῖσθα[ι·] |
πατρὶ δ’ ἐμῶι καὶ ἐμοὶ [καὶ] συγγόνωι ὧδε μ[ελ]ήσει | |
μή τι χερειοτέραμ βῶ̣λ̣[ο]μ Μ[ά]γνητα δάσασθαι | |
χ̣ώρας ἧς Πηνειὸς ἔχει κα[ὶ] Πήλιον αἰ̣πύ. | |
ἀπογνόντες οὖν διὰ τὸγ χρησμὸν [τ]ὴν εἰς οἶκον ἐπάνοδον καὶ | |
25 | σπεύδο<ν>τες ἑαυτοῖς ἐπιτελεσθῆναι τὴν ἐπαγγελίαν τοῦ |
θεοῦ πάλιν ἐπηρ̣ώτ<η>σαμ πέμψαντες ὅπ[ο]υ στέλλοιεν | |
καὶ πῶς· ὁ δὲ θεὸς ἔχρησεν· | |
εἴρεσθ’ ὦ Μάγνητες ἀμύμονες, ἔνθα νέησθε· | |
ὔμμι δὲ ἀνὴρ ἕστηκε πάρος νηοῖο θυράων, | |
30 | [ὃ]ς γ’ ὑμῖν ἄρξαιτο καὶ ἡγήσαιτο κελεύθου |
Π̣αμφ̣ύλων ἐπ’ ἄρουραν ὑπὲρ Μυκάλης ὄρος αἰπύ̣· | |
ἔνθα δὲ Μανδρολύτου δόμος ὄλβιος ἐμ περιωπῆ[ι] | |
πολλοῖσιν κτεάνοισι πολυστρεφέος ποταμοῖο· | |
ἔνθα δὲ ἀμυνομένοισι καὶ οὐκ ἄρχουσι δόλοιο | |
35 | νίκηγ καὶ μέγα κῦδος Ὀλύμπιος ἐγγυαλίξει. |
ἐπερωτησάντων δὲ τίς ὁ ἀνὴρ οὗτός ἐστιν ὁ καθηγησό- | |
μενος ἡμῖν καὶ πόθεν, ὁ θεὸς ἔχρησεν· | |
ἔστι τις ἐν τεμένει Γλαύκου γένος ἄ<λ>κιμος ἀνήρ, | |
ὅς γ’ ὑμῖν πρώτιστ’{ε} ἐπιέξεται ἀν̣τιβολήσας | |
40 | νηὸν ἐμὸμ προλιποῦσι· τὸ γὰ[ρ] πεπρωμένον ἐστίν. |
οὗτος καὶ δείξει χέρσου πολύπυρον ἄρουραν. | |
συναντησάντων δὲ κατὰ τὸ ῥηθὲν καὶ τὴν̣ συγγένεια[ν] | |
πρὸς τὸν Λεύκιππον ἀνανεωσαμένων, ἐπιδειξάντων | |
τοὺς χρησμοὺς ἄσμενος ὑπήκουσεν ὁ <Λ>εύκιππος, ὅμως μ[έν]- | |
45 | τοινε καὶ αὐτὸς ἐπ[η]ρ[ώτ]η[σ]ε κατ’ ἰδίαν τὸν θεόν, τῶι δ’ ἔχρησεν· |
στέλλ’ ἐπὶ Παμφύ[λ]ωγ κό[λ]πον, Λεύκιππε, φέροπλον | |
λαὸν ἄγωμ Μάγνητα ὁμοσύγγονον, ὡς ἂν ἵκειαι | |
Θ[ώρη]κος σκόπελον κ[α]ὶ Ἀμανθίου αἰπὺ ῥέεθρον | |
καὶ [Μ]υκάλης ὄρος αἰπὺ ἀπεναντίον Ἐνδυμίων[ος.] | |
50 | ἔνθα δὲ Μ[α]νδρολύτου δόμον ὄλβιοι οἰκήσο[υσιν] |
[Μ]άγνητ<ε>ς πολί̣ε̣[σσι] π̣ερικτιόνεσσιν ἀγητ[οί.] |