Edict of proconsul Qu(intus) Caecil(ius) Secundus Servilianus, granting Mandragoreis market privileges, with subscribed document recording opening of market; AD 209; found at Mandragoreis: *Nollé, Nundinas instituere 13, ll. 20-50; SEG 32, 1149.  
[ ] Nollé, NunInst 13.20-50
20 [ἐ]κ̣γεγραμμένον καὶ ἀντιβεβλημένον ἐκ τεύχους χαρ-
τίνου διαταγμάτων ἐκ τοῦ ἐν Μαγνησίᾳ ἀρχείου, ἐφ’ οὗ
ἐστιν ἀντιγραφεὺς Μόνιμος Ζωσίμου, διάταγμα
τὸ ὑπογεγραμμένον· Κό(ϊντος) Καικίλ(ιος) Σεκοῦνδος Σερουιλι-
ανὸς ἀνθύπατος λέγει· ἐντευχθεὶς πρὸ βήματος
25 ὑ̣πὸ τῶν κηδομένων τῆς περὶ Μανδραγορειν κατ-
οικίας, αἰτησαμένων παρὰ ἐμοῦ τῷ τόπῳ τὴν
κ̣αλουμένην ἀγορεῖον τρὶς ἐν ἑκάστῳ μηνὶ γείνεσθαι
παρ’ αὐτοῖς τῇ{ς} τε ἐνάτῃ{ς} ἱσταμένου τοῦ μηνὸς {καὶ}
κ̣αὶ ἐννεακαιδεκάτῃ καὶ τριακάδι, ἐπανγειλαμένων
30 τὴν τοιαύτην ἀξίωσιν μηδενὶ βλάβην φέρειν, ἀλλὰ μηδὲ
παραλυπεῖσθαι τὰς προθεσμίας τῶν παρ’ ἑτέροις συν-
α̣γομένων πανηγύρεων, ἀφορῶν εἰς τὴν τύχην τῶν θειο-
τ̣άτων ἡμῶν αὐτοκρατόρων, οἳ πᾶσαν τὴν ἰδίαν αὐτῶν
οἰκουμένην αὔξεσθαι πρὸς τὸ κρεῖττον ἐθέλουσιν, φανερὸν̣
35 [π]οιῶ τούτῳ μου τῷ διατάγματι δεδωκέναι τὰς προγεγρ-
[α]μμένας ἡμέρας εἰς ἀγορείου καὶ πανηγύρεως ἐν τῇ Μα[ν]-
δραγορει διάθεσιν.  propone volo.  Διονύσιος Διονυσίο[υ]
Μ̣άγνης ἀνέδωκα τὸ διάταγμα πρὸ δέκα ἓξ Καλανδῶ̣[ν]
[Ἀ]πριλίων, Αὐρηλίῳ Πονπηϊανῷ καὶ Λολι(ανῷ) Ἀπείτῳ ὑπάτο[ις.]
40 Τ̣ιβ(έριος) Ἰού(λιος) Μάρκελλος ὁ ἀρχιερεὺς καὶ γραμματεὺς τῆ[ς]
λανπροτάτης Μαγνήτων πόλεως ἀπεθέμην, Λ(ουκίῳ) Ἀὐ̣[ρ(ηλίῳ)]
Πονπηϊαν<⁶¹>⁶¹[⁵¹ῷ]⁵¹ καὶ Λολλίῳ̣ Γεντιανῷ Ἀβείτῳ ὑπάτο[ις,]
μηνὸς Ποσειδεῶνος διʹ.  Μόνιμος Ζωσίμου ἀντι[γρα]-
φεὺς ἔδωκα ἐξσφράγισμα.  ἐσφράγισαν Μ(ᾶρκος) Αὐρ(ήλιος) Τατιανός, Μ(ᾶρκος) Σόσσιος Ἀμμιανός, Αἴλ̣[ιος]
45 Δημόνεικος, Γ(άϊος) Φλ(άουιος) Λεύκιος, Μ(ᾶρκος) Πλώτιος Μελίτων,
Κλ(αύδιος) Πωλλίων.  vacat ὁ κράτιστος πρεζβευτὴς
48 [τῆς] Ἀσίας Ἀλβεῖνος καθιέρωσεν ἐπὶ γραμματέ[ων]
τῆς κώμης Μανδραγορειτῶν Ἀθηναγόρα τοῦ Ἀμ-
50 [μ]ίου καὶ Πυθᾶ δὶς καὶ Ἀριστείδου τοῦ Ἀπελ[λᾶ.]
Search Help