Letter of King Attalos (I) to boule and demos of [Ma]gnesia (Mai.) concerning Leukophryena; 208/197 BC; found at Magnesia Mai.: *IMagnesia 22; **Holleaux, REA 3, 1901, 122 (l. 18); **OGIS 282 (l. 13); Welles 34.  
[ ] IMagn 22
1 βασιλεὺς Ἄτταλο̣ς̣ [Μα]-
γνήτων τῆι βουλῆι καὶ τῶι [δή]-
μωι χαίρειν· Πυθίων καὶ Λυκ[ο]-
μήδης οἱ παρ’ ὑμῶν ἀνεκόμι-
5 σαν πρός με ψήφισμα, καθ’ ὃ πα[ρα]-
καλεῖτε τὸν ἀγῶνα ὃν τίθετε̣
τῆι Ἀρτέμιδι τῆι Λε̣υκοφρυην[ῆι]
μουσικὸν καὶ γυμνικὸν καὶ ἱπ̣-
πικὸν ἀποδέξασθαι στεφανίτ[ην]
10 ἰσοπύθιον, καὶ αὐτοὶ διελέχθησ[αν]
ἀκολούθως τοῖς γεγραμμένο[ις,]
ἠξίουν δὲ καὶ τὰς ὑπ’ ἐμὲ πόλει̣[ς]
ἀποδέξασθαι ὁμοίως· θεωρῶ̣[ν δὲ]
τὸν δῆμον μεμνημένον τῶν [ὑπ’ ἐ]-
15 μοῦ γεγενημένων εἰς αὐτὸν εὐ[εργε]-
σιῶν καὶ ὁμιλοῦντα ἐμ Μούσα̣ι̣δει]-
νῶς, τόν τε ἀγῶνα ὥσπερ παρα[καλεῖ]-
τε ἀποδέχομαι καὶ ἀπαρχὴν ἐγ̣[ὼ προσέτα]-
ξα δοῦναι, καὶ αἱ πόλεις δὲ αἱ π̣[ειθόμε]-
20 ναι ἐμοὶ ποιήσουσιν ὁμοίως· [ἔγραψα]
γ̣ὰρ αὐταῖς παρακαλῶν, κ̣α[ὶ Περγαμη]-
νοῖς δὲ καθ’ ὅσον ὁ δῆμος [αἰτεῖται]
[συνα]υ̣ξήσω τὸν ἀγῶνα̣ [․․c.8․․․]
[․c.5․] τ̣ὴν π[․․․․․․․c.18․․․․․․․]
Search Help
Contact Us