Letter of younger King Antiochos (i.e., son of Antiochos
III) to boule and demos of Magnesia (Mai.) concerning
Leukophryena; c. 205 BC; found at Magnesia Mai.: *IMagnesia 19 +
p. 295; **Wilhelm, JÖAI 4, 1901 Beibl. 25 (l. 21); **OGIS 232
(ll. 18); Welles 32.
[ ]
IMagn 19 + p. 295
1 | βασιλεὺς Ἀντίοχος Μαγνήτων |
τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· Δη- | |
μοφῶν καὶ Φιλίσκος καὶ Φέρης οἱ πα- | |
ρ’ ὑμῶν πεμφθέντες πρὸς τὸν πατέ- | |
5 | ρα θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖλαι |
τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισται | |
ὁ δῆμος συντελεῖν διὰ πενταετη- | |
ρίδος τῆι ἀρχηγέτιδι τῆς πόλεως | |
Ἀρτέμιδι Λευκοφρυηνῆι ἀπέδωκαν | |
10 | καὶ τὸ πρὸς ἐμὲ ψήφισμα καὶ διελέχθη- |
σαν μετὰ σπουδῆς ἀκολούθως τοῖς | |
ἐν τούτωι κατακεχωρισμένοις παρα- | |
καλοῦντες ἀποδέξασθαι στεφανί- | |
την ἰσοπύθιον τὸν ἀγῶνα ὃν τίθετε τῆι | |
15 | θεᾶι. ἔχοντος οὖν τοῦ πατρὸς περὶ |
τοῦ δήμου τὴν φιλανθρωποτάτην δι- | |
[άλη]ψ̣ι̣ν καὶ ταῦτα ἀποδεδεγμένου, θέ- | |
[λων κ]αὶ αὐτὸς ἀκολουθεῖν τῆι προαιρέ- | |
[σει αὐτ]οῦ, νῦν τε ἀποδέχομαι τὰς ἐψη- | |
20 | [φισμένα]ς̣ ὑφ’ ὑμῶν τιμὰς τῆι θεᾶι καὶ |
[εἰς τὸ λ]ο[ιπ]ὸ̣ν πειράσομαι κατακολουθῶν | |
[τῆι τοῦ π]α[τρ]ὸς ὑφηγήσει συναύξειν ὑμῖν | |
[ἐν οἷς ἂ]ν π[αρ]α̣καλῆτε ἢ καὶ αὐτὸς ἐπινοῶ. | |
ἔρρωσθε. |