Letter of King Antiochos (III) to boule and demos of
Magnesia (Mai.) concerning Leukophryena; 205 BC; found at
Magnesia: *IMagnesia 18 (PH, part); OGIS 231; **Welles 31 (l. 6).
[ ]
IMagn 18
1 | βασιλεὺς Ἀντίοχος Μαγνή- |
των τῆι βουλῆι καὶ τῶι δήμωι χαί- | |
ρειν· Δημοφῶν καὶ Φιλίσκος καὶ Φέ- | |
ρης οἱ παρ’ ὑμῶν πεμφθέντες πρὸς | |
5 | ἡμᾶς θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖ- |
λαι τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισ- | |
ται ὁ δῆμος συντελεῖν τῆι ἀρχηγέ- | |
τιδι τῆς πόλεως Ἀρτέμιδι Λευκοφρυ- | |
ηνῆι, συμμείξαντες ἐν Ἀντιοχείαι | |
10 | τῆς Περσίδος τό τε ψήφισμα ἀπέδω- |
καν καὶ αὐτοὶ διελέχθησαν μετὰ σπου- | |
δῆς ἀκολούθως τοῖς κατακεχωρισμέ- | |
νοις ἐν τῶι ψηφίσματι, παρακαλοῦντες | |
ἀποδέξασθαι στεφανίτην ἰσοπύθιον | |
15 | τὸν ἀγῶνα ὃν τίθετε τῆι θεᾶι διὰ πεν- |
[τ]αετηρίδος. ἔχοντες οὖν ἐξ ἀρχῆς π̣[ερὶ] | |
τοῦ δήμου τὴν φιλανθρωποτάτην διάλ̣[η]- | |
ψιν διὰ τὴν εὔνοιαν, ἣν τυνχάνει ἀποδε̣- | |
δειγμένος ἐμ πᾶσι τοῖς καιροῖς εἴς τε ἡ- | |
20 | μᾶς καὶ τὰ πράγματα, καὶ βουλόμενοι φα- |
νερὰν ποιεῖν τὴν ἑαυτῶν προαίρεσιν ἀπο- | |
δεχόμεθα τὰς ἐψηφισμένας ὑφ’ ὑμῶν τ[ι]- | |
μὰς τῆι θεᾶι, πρόκειταί τε ἡμῖν συναύξειν | |
ταῦτα ἐν οἷς ἂν ὑμεῖς τε παρακαλῆτε καὶ | |
25 | αὐτοὶ ἐπινοῶμεν· γεγράφαμεν δὲ καὶ |
τοῖς ἐπὶ τῶν πραγμάτων τεταγμένοις, | |
ὅπως καὶ αἱ πόλεις ἀκολούθως ἀπο- | |
δέξωνται. vacat ἔρρωσθε. |