Letter of King Antiochos (III) to boule and demos of
Magnesia (Mai.) concerning Leukophryena; 205 BC; found at
Magnesia: *IMagnesia 18 (PH, part); OGIS 231; **Welles 31 (l. 6).
[ ]
IMagn 18
| 1 | βασιλεὺς Ἀντίοχος Μαγνή- |
| των τῆι βουλῆι καὶ τῶι δήμωι χαί- | |
| ρειν· Δημοφῶν καὶ Φιλίσκος καὶ Φέ- | |
| ρης οἱ παρ’ ὑμῶν πεμφθέντες πρὸς | |
| 5 | ἡμᾶς θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖ- |
| λαι τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισ- | |
| ται ὁ δῆμος συντελεῖν τῆι ἀρχηγέ- | |
| τιδι τῆς πόλεως Ἀρτέμιδι Λευκοφρυ- | |
| ηνῆι, συμμείξαντες ἐν Ἀντιοχείαι | |
| 10 | τῆς Περσίδος τό τε ψήφισμα ἀπέδω- |
| καν καὶ αὐτοὶ διελέχθησαν μετὰ σπου- | |
| δῆς ἀκολούθως τοῖς κατακεχωρισμέ- | |
| νοις ἐν τῶι ψηφίσματι, παρακαλοῦντες | |
| ἀποδέξασθαι στεφανίτην ἰσοπύθιον | |
| 15 | τὸν ἀγῶνα ὃν τίθετε τῆι θεᾶι διὰ πεν- |
| [τ]αετηρίδος. ἔχοντες οὖν ἐξ ἀρχῆς π̣[ερὶ] | |
| τοῦ δήμου τὴν φιλανθρωποτάτην διάλ̣[η]- | |
| ψιν διὰ τὴν εὔνοιαν, ἣν τυνχάνει ἀποδε̣- | |
| δειγμένος ἐμ πᾶσι τοῖς καιροῖς εἴς τε ἡ- | |
| 20 | μᾶς καὶ τὰ πράγματα, καὶ βουλόμενοι φα- |
| νερὰν ποιεῖν τὴν ἑαυτῶν προαίρεσιν ἀπο- | |
| δεχόμεθα τὰς ἐψηφισμένας ὑφ’ ὑμῶν τ[ι]- | |
| μὰς τῆι θεᾶι, πρόκειταί τε ἡμῖν συναύξειν | |
| ταῦτα ἐν οἷς ἂν ὑμεῖς τε παρακαλῆτε καὶ | |
| 25 | αὐτοὶ ἐπινοῶμεν· γεγράφαμεν δὲ καὶ |
| τοῖς ἐπὶ τῶν πραγμάτων τεταγμένοις, | |
| ὅπως καὶ αἱ πόλεις ἀκολούθως ἀπο- | |
| δέξωνται. vacat ἔρρωσθε. |